ΙΕΖΕΚΙΗΛ 3
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ·
1他对我说:「人子啊,要吃你所得的,要吃这书卷,好去对 以色列 家讲说。」
2Καὶ διήνοιξε τὸ στόμα μου, καὶ ἐψώμισέ με τὴν κεφαλίδα.
2于是我开口,他就使我吃这书卷,
3Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ· καὶ ἔφαγον αὐτὴν, καὶ ἐγένετο ἐν τῷ στόματί μου, ὡς μέλι γλυκάζον.
3又对我说:「人子啊,要吃我所赐给你的这书卷,充满你的肚腹。」我就吃了,口中觉得其甜如蜜。
4Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, βάδιζε καὶ εἴσελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς·
4他对我说:「人子啊,你往 以色列 家那里去,将我的话对他们讲说。
5Διότι οὐ πρὸς λαὸν βαθύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ·
5你奉差遣不是往那说话深奥、言语难懂的民那里去,乃是往 以色列 家去;
6Οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλωσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου.
6不是往那说话深奥、言语难懂的多国去,他们的话语是你不懂得的。我若差你往他们那里去,他们必听从你。
7Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι.
7以色列 家却不肯听从你,因为他们不肯听从我;原来 以色列 全家是额坚心硬的人。
8Καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νῖκός σου κατισχύσω κατέναντι τοῦ νίκους αὐτῶν·
8看哪,我使你的脸硬过他们的脸,使你的额硬过他们的额。
9Καὶ ἔσται διαπαντὸς κραταιότερον πέτρας· μὴ φοβηθῇς ἀπʼ αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί.
9我使你的额像金钢钻,比火石更硬。他们虽是悖逆之家,你不要怕他们,也不要因他们的脸色惊惶。」
10Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σοῦ, λάβε εἰς τὴν καρδίαν σου, καὶ τοῖς ὠσί σου ἄκουε.
10他又对我说:「人子啊,我对你所说的一切话,要心里领会,耳中听闻。
11Καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σοῦ, καὶ λαλήσεις πρὸς αὐτοὺς, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσι.
11你往你本国被掳的子民那里去,他们或听,或不听,你要对他们讲说,告诉他们这是主耶和华说的。」
12Καὶ ἀνέλαβέ με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.
12那时,灵将我举起,我就听见在我身后有震动轰轰的声音, 说 :「从耶和华的所在显出来的荣耀是该称颂的!」
13Καὶ ἴδον φωνὴν τῶν πτερύγων τῶν ζώων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φωνὴ τοῦ σεισμοῦ.
13我又 听见 那活物翅膀相碰,与活物旁边轮子旋转震动轰轰的响声。
14Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά.
14于是灵将我举起,带我而去。我心中甚苦,灵性忿激,并且耶和华的灵在我身上大有能力。
15Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος, καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβὰρ τοὺς ὄντας ἐκεῖ· καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας, ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.
15我就来到 提勒·亚毕 ,住在 迦巴鲁河 边被掳的人那里,到他们所住的地方,在他们中间忧忧闷闷地坐了七日。
16Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρὸς μὲ, λέγων,
16过了七日,耶和华的话临到我说:
17υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ.
17「人子啊,我立你作 以色列 家守望的人,所以你要听我口中的话,替我警戒他们。
18Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανατωθήσῃ· καὶ οὐ διεστείλω αὐτῷ τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτόν· ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
18我何时指着恶人说:他必要死;你若不警戒他,也不劝戒他,使他离开恶行,拯救他的性命,这恶人必死在罪孽之中;我却要向你讨他丧命的罪。
19Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, καὶ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ.
19倘若你警戒恶人,他仍不转离罪恶,也不离开恶行,他必死在罪孽之中,你却救自己脱离了罪。
20Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
20再者,义人何时离义而犯罪,我将绊脚石放在他面前,他就必死;因你没有警戒他,他必死在罪中,他素来所行的义不被记念;我却要向你讨他丧命的罪。
21Σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ.
21倘若你警戒义人,使他不犯罪,他就不犯罪;他因受警戒就必存活,你也救自己脱离了罪。」
22Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ εἶπε πρὸς μὲ, ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ.
22耶和华的灵在那里降在我身上。他对我说:「你起来往平原去,我要在那里和你说话。」
23Καὶ ἀνέστην καὶ ἐξῆλθον πρὸς τὸ πεδίον· καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἱστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα Κυρίου, ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου·
23于是我起来往平原去,不料,耶和华的荣耀正如我在 迦巴鲁河 边所见的一样,停在那里,我就俯伏于地。
24Καὶ ἦλθεν ἐπʼ ἐμὲ πνεῦμα, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἐλάλησε πρὸς μὲ, καὶ εἶπε μοι, εἴσελθε, καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου.
24灵就进入我里面,使我站起来。耶和华对我说:「你进房屋去,将门关上。
25Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοὶ, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν.
25人子啊,人必用绳索捆绑你,你就不能出去在他们中间来往。
26Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί.
26我必使你的舌头贴住上膛,以致你哑口,不能作责备他们的人;他们原是悖逆之家。
27Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ, ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτοὺς τάδε λέγει Κύριος, ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστί.
27但我对你说话的时候,必使你开口,你就要对他们说:『主耶和华如此说。』听的可以听,不听的任他不听,因为他们是悖逆之家。」
Tip: use the ← and → keys to turn chapters.