ΙΕΖΕΚΙΗΛ 17
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
1耶和華的話臨到我說:
2υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ,
2「人子啊,你要向 以色列 家出謎語,設比喻,
3καὶ ἐρεῖς, τάδε λέγει Κύριος, Ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
3說主耶和華如此說:有一大鷹,翅膀大,翎毛長,羽毛豐滿,彩色俱備,來到 黎巴嫩 ,將香柏樹梢擰去,
4τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.
4就是折去香柏樹儘尖的嫩枝,叼到貿易之地,放在買賣城中;
5Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφʼ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἐταξεν αὐτό.
5又將 以色列 地的枝子栽於肥田裏,插在大水旁,如插柳樹,
6Καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν, τοῦ ἐπιφαίνεσθαι αὐτὴν τὰ κλήματα αὐτῆς ἐπʼ αὐτό· καὶ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν· καὶ ἐγένετο εἰς ἄμπελον, καὶ ἐποίησεν ἀπώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.
6就漸漸生長,成為蔓延矮小的葡萄樹。其枝轉向那鷹,其根在鷹以下,於是成了葡萄樹,生出枝子,發出小枝。
7Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος πολὺς ὄνυξι· καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτὸν, καὶ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βόλῳ τῆς φυτείας αὐτῆς.
7「又有一大鷹,翅膀大,羽毛多。這葡萄樹從栽種的畦中向這鷹彎過根來,發出枝子,好得它的澆灌。
8Εἰς πεδίον καλὸν ἐφʼ ὕδατι πολλῶ αὕτη πιαίνεται, τοῦ ποιεῖν βλαστοὺς, καὶ φέρειν καρπὸν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
8這樹栽於肥田多水的旁邊,好生枝子,結果子,成為佳美的葡萄樹。
9Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται; καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς, καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.
9你要說,主耶和華如此說:這葡萄樹豈能發旺呢?鷹豈不拔出它的根來,芟除它的果子,使它枯乾,使它發的嫩葉都枯乾了嗎?也不用大力和多民,就拔出它的根來。
10Καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψεσθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βόλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
10葡萄樹雖然栽種,豈能發旺呢?一經東風,豈不全然枯乾嗎?必在生長的畦中枯乾了。」
11Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
11耶和華的話臨到我說:
12υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπὸν, ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
12「你對那悖逆之家說:你們不知道這些事是甚麼意思嗎?你要告訴他們說, 巴比倫 王曾到 耶路撒冷 ,將其中的君王和首領帶到 巴比倫 自己那裏去。
13Καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται,
13從 以色列 的宗室中取一人與他立約,使他發誓,並將國中有勢力的人擄去,
14τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ, τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστάνειν αὐτήν.
14使國低微不能自強,惟因守盟約得以存立。
15Καὶ ἀποστήσεται ἀπʼ αὐτοῦ, τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν· εἰ κατευθυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;
15他卻背叛 巴比倫 王,打發使者往 埃及 去,要他們給他馬匹和多民。他豈能亨通呢?行這樣事的人豈能逃脫呢?他背約豈能逃脫呢?
16Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν μὴ ἐν τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετʼ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει,
16他輕看向王所起的誓,背棄王與他所立的約。主耶和華說:我指着我的永生起誓,他定要死在立他作王、 巴比倫 王的京都。
17καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων, τοῦ ἐξᾶραι ψυχάς.
17敵人築壘造臺,與他打仗的時候,為要剪除多人,法老雖領大軍隊和大群眾,還是不能幫助他。
18Καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην· καὶ ἰδοὺ δέδωκα τὴν χεῖρα αὐτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται.
18他輕看誓言,背棄盟約,已經投降,卻又做這一切的事,他必不能逃脫。」
19Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος, ζῶ ἐγὼ, ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου ἣν παρέβη, καὶ δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ.
19所以主耶和華如此說:「我指着我的永生起誓,他既輕看指我所起的誓,背棄指我所立的約,我必要使這罪歸在他頭上。
20Καὶ ἐκπετάσω ἐπʼ αὐτὸν τὸ δίκτυον, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.
20我必將我的網撒在他身上,他必在我的網羅中纏住。我必帶他到 巴比倫 ,並要在那裏因他干犯我的罪刑罰他。
21Ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται· καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα.
21他的一切軍隊,凡逃跑的,都必倒在刀下;所剩下的,也必分散四方。你們就知道說這話的是我-耶和華。」
22Διότι τάδε λέγει Κύριος, καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου ἐκ κορυφῆς, καρδίας αὐτῶν ἀποκνιῶ, καὶ καταφυτεύσω ἐγὼ ἐπʼ ὄρος ὑψηλὸν,
22主耶和華如此說:「我要將香柏樹梢擰去栽上,就是從儘尖的嫩枝中折一嫩枝,栽於極高的山上;
23καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ· καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην· καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται· τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.
23在 以色列 高處的山栽上。它就生枝子,結果子,成為佳美的香柏樹,各類飛鳥都必宿在其下,就是宿在枝子的蔭下。
24Καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω.
24田野的樹木都必知道我-耶和華使高樹矮小,矮樹高大;青樹枯乾,枯樹發旺。我-耶和華如此說,也如此行了。」
Tip: use the ← and → keys to turn chapters.