ΙΕΖΕΚΙΗΛ
Chapter 13
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 13

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
1耶和華的話臨到我說:
2υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ προφητεύσεις, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀκούσατε λόγον Κυρίου·
2「人子啊,你要說預言攻擊 以色列 中說預言的先知,對那些本己心發預言的說:『你們當聽耶和華的話。』」
3Τάδε λέγει Κύριος, οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν.
3主耶和華如此說:「愚頑的先知有禍了,他們隨從自己的心意,卻一無所見。
4Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ·
4以色列 啊,你的先知好像荒場中的狐狸,
5Οὐκ ἔστησαν ἐν στερεώματι· καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ· οὐκ ἀνέστησαν οἱ λέγοντες, ἐν ἡμέρᾳ Κυρίου,
5沒有上去堵擋破口,也沒有為 以色列 家重修牆垣,使他們當耶和華的日子在陣上站立得住。
6βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες, λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.
6這些人所見的是虛假,是謊詐的占卜。他們說是耶和華說的,其實耶和華並沒有差遣他們,他們倒使人指望那話必然立定。
7Οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; καὶ μαντείας ματαίας εἰρήκατε;
7你們豈不是見了虛假的異象嗎?豈不是說了謊詐的占卜嗎?你們說,這是耶和華說的,其實我沒有說。」
8Καὶ διατοῦτο εἰπὸν, Τάδε λέγει Κύριος, ἄνθʼ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διατοῦτο ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, λέγει Κύριος.
8所以主耶和華如此說:「因你們說的是虛假,見的是謊詐,我就與你們反對。這是主耶和華說的。
9Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ οὐ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται διότι ἐγὼ Κύριος·
9我的手必攻擊那見虛假異象、用謊詐占卜的先知,他們必不列在我百姓的會中,不錄在 以色列 家的冊上,也不進入 以色列 地;你們就知道我是主耶和華。
10Ἀνθʼ ὧν ἐπλάνησαν τὸν λαόν μου, λέγοντες, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη· καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτὸν, πεσεῖται.
10因為他們誘惑我的百姓,說:『平安!』其實沒有平安,就像有人立起牆壁,他們倒用未泡透的 灰 抹上。
11Εἰπὸν πρὸς τοὺς ἀλείφοντας, πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται.
11所以你要對那些抹上未泡透 灰 的人說:『牆要倒塌,必有暴雨漫過。大冰雹啊,你們要降下,狂風也要吹裂這牆。』
12Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσι πρὸς ὑμᾶς, ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν ἣν ἠλείψατε;
12這牆倒塌之後,人豈不問你們說:『你們抹上未泡透的 灰 在哪裏呢?』」
13Διατοῦτο τάδε λέγει Κύριος, καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται· καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν·
13所以主耶和華如此說:「我要發怒,使狂風吹裂這牆,在怒中使暴雨漫過,又發怒降下大冰雹,毀滅這牆。
14Καὶ κατασκάψω τὸν τοῖχον ὃν ἠλείψατε, και πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετʼ ἐλέγχων, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
14我要這樣拆毀你們那未泡透 灰 所抹的牆,拆平到地,以致根基露出,牆必倒塌,你們也必在其中滅亡;你們就知道我是耶和華。
15Καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον, καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτὸν, πεσεῖται· καὶ εἶπα πρὸς ὑμᾶς, οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτὸν,
15我要這樣向牆和用未泡透 灰 抹牆的人成就我怒中所定的,並要對你們說:『牆和抹牆的人都沒有了。』
16προφῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ οὐκ ἔστιν εἰρήνη, λέγει Κύριος.
16這 抹牆的 就是 以色列 的先知,他們指着 耶路撒冷 說預言,為這城見了平安的異象,其實沒有平安。這是主耶和華說的。」
17Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπʼ αὐτὰς,
17「人子啊,你要面向本民中、從己心發預言的女子說預言,攻擊她們,
18καὶ ἐρεῖς, τάδε λέγει Κύριος, οὐαὶ ταῖς συῤῥαπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς· αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου· καὶ ψυχὰς περιεποιοῦντο.
18說主耶和華如此說:『這些婦女有禍了!她們為眾人的膀臂縫靠枕,給高矮之人做下垂的頭巾,為要獵取人的性命。難道你們要獵取我百姓的性命,為利己將人救活嗎?
19Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτων, τοῦ ἀποκτεῖναι ψυχὰς ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.
19你們為兩把大麥,為幾塊餅,在我民中褻瀆我,對肯聽謊言的民說謊,殺死不該死的人,救活不該活的人。』」
20Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφʼ ἃ ὑμεῖς ἐκεῖ συστρέφετε ψυχάς· καὶ διαῤῥήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν.
20所以主耶和華如此說:「看哪,我與你們的靠枕反對,就是你們用以獵取人、使人的性命 如鳥 飛的。我要將靠枕從你們的膀臂上扯去,釋放你們獵取 如鳥 飛的人。
21Καὶ διαῤῥήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
21我也必撕裂你們下垂的頭巾,救我百姓脫離你們的手,不再被獵取,落在你們手中。你們就知道我是耶和華。
22Ἀνθʼ ὧν διεστρέψετε καρδίαν δικαίου, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν·
22我不使義人傷心,你們卻以謊話使他傷心,又堅固惡人的手,使他不回頭離開惡道得以救活。
23Διατοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι· καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.
23你們就不再見虛假的異象,也不再行占卜的事;我必救我的百姓脫離你們的手;你們就知道我是耶和華。」

Tip: use the ← and → keys to turn chapters.