ΕΞΟΔΟΣ 19
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ, ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινά.
1و در ماه سوم از بیرون آمدن بنیاسرائیل از زمین مصر، در همان روزبه صحرای سینا آمدند،
2Καὶ ἀπῆραν ἐκ Ῥαφιδεὶν, καὶ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ Σινὰ, καὶ παρενέβαλεν ἐκεῖ Ἰσραὴλ κατέναντι τοῦ ὄρους.
2و از رفیدیم کوچ کرده، به صحرای سینا رسیدند، و در بیابان اردو زدند، واسرائیل در آنجا در مقابل کوه فرود آمدند.
3Καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ Θεοῦ· καὶ ἐκάλεσεν αὐτὸν ὁ Θεὸς ἐκ τοῦ ὄρους, λέγων, τάδε ἐρεῖς τῷ οἴκῳ Ἰακὼβ, καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ἰσραήλ.
3وموسی نزد خدا بالا رفت، و خداوند از میان کوه اورا ندا درداد و گفت: «به خاندان یعقوب چنین بگو، و بنیاسرائیل را خبر بده:
4Αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς Αἱγυπτίοις, καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν, καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν.
4شما آنچه را که من به مصریان کردم، دیدهاید، و چگونه شما را بربالهای عقاب برداشته، نزد خود آوردهام.
5Καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ.
5واکنون اگر آواز مرا فی الحقیقه بشنوید، و عهد مرانگاه دارید، همانا خزانه خاص من از جمیع قومهاخواهید بود. زیرا که تمامی جهان، از آن من است.
6Ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον· ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ.
6و شما برای من مملکت کهنه و امت مقدس خواهید بود. این است آن سخنانی که به بنیاسرائیل میباید گفت.»
7Ἦλθε δὲ Μωυσῆς, καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ· καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους, οὓς συνέταξεν αὐτοῖς ὁ Θεός.
7پس موسی آمده، مشایخ قوم را خواند، و همه این سخنان را که خداوند او را فرموده بود، بر ایشان القا کرد.
8Ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν, καὶ εἶπαν, πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα· ἀνήνεγκε δὲ Μωυσῆς τοὺς λόγους τούτους πρὸς τὸν Θεόν.
8وتمامی قوم به یک زبان در جواب گفتند: «آنچه خداوند امر فرموده است، خواهیم کرد.» و موسی سخنان قوم را باز به خداوند عرض کرد.
9Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα· ἀνήγγειλε δὲ Μωυσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς Κύριον.
9و خداوند به موسی گفت: «اینک من در ابرمظلم نزد تو میآیم، تا هنگامی که به تو سخن گویم قوم بشنوند، و بر تو نیز همیشه ایمان داشته باشند.» پس موسی سخنان قوم را به خداوند بازگفت.
10Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια,
10خداوند به موسی گفت: «نزد قوم برو وایشان را امروز و فردا تقدیس نما، و ایشان رخت خود را بشویند.
11καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινὰ, ἐναντίον παντὸς τοῦ λαοῦ.
11و در روز سوم مهیا باشید، زیرا که در روز سوم خداوند در نظر تمامی قوم برکوه سینا نازل شود.
12Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ, λέγων, προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει.
12و حدود برای قوم از هرطرف قرار ده، و بگو: باحذر باشید از اینکه به فرازکوه برآیید، یا دامنه آن را لمس نمایید، زیرا هرکه کوه را لمس کند، هرآینه کشته شود.
13Οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδι κατατοξευθήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος, οὐ ζήσεται· ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος.
13دست برآن گذارده نشود بلکه یا سنگسار شود یا به تیرکشته شود، خواه بهایم باشد خواه انسان، زنده نماند. اما چون کرنا نواخته شود، ایشان به کوه برآیند.»
14Κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν, καὶ ἡγίασεν αὐτούς· καὶ ἔπλυναν τὰ ἱμάτια.
14پس موسی از کوه نزد قوم فرود آمده، قوم را تقدیس نمود و رخت خود را شستند.
15Καὶ εἶπε τῷ λαῷ, γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί.
15و به قوم گفت: «در روز سوم حاضر باشید، و به زنان نزدیکی منمایید.»
16Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπʼ ὄρους Σινά· φωνὴ τῆς σάλπιγγος ἤχει μέγα· καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ.
16و واقع شد در روز سوم به وقت طلوع صبح، که رعدها و برقها و ابر غلیظ برکوه پدید آمد، و آواز کرنای بسیار سخت، بطوری که تمامی قوم که در لشکرگاه بودند، بلرزیدند.
17Καὶ ἐξήγαγε Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς· καὶ παρέστησαν ὑπὸ τὸ ὄρος.
17و موسی قوم را برای ملاقات خدا ازلشکرگاه بیرون آورد، و در پایان کوه ایستادند.
18Τὸ ὄρος τὸ Σινὰ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι ἐπʼ αὐτὸ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς, ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα.
18و تمامی کوه سینا را دود فرو گرفت، زیراخداوند در آتش بر آن نزول کرد، و دودش مثل دود کورهای بالا میشد، و تمامی کوه سخت متزلزل گردید.
19Ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωυσῆς ἐλάλησεν, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.
19و چون آواز کرنا زیاده و زیاده سخت نواخته میشد، موسی سخن گفت، و خدا او را به زبان جواب داد.
20Κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος Μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἀνέβη Μωυσῆς.
20و خداوند بر کوه سینا بر قله کوه نازل شد، و خداوند موسی را به قله کوه خواند، و موسی بالا رفت.
21Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν, λέγων, καταβὰς διαμάρτυραι τῷ λαῷ, μή ποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος·
21و خداوند به موسی گفت: «پایین برو و قوم را قدغن نما، مبادا نزدخداوند برای نظر کردن، از حد تجاوز نمایند، که بسیاری از ایشان هلاک خواهند شد.
22Καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μήποτε ἀπαλλάξῃ ἀπʼ αὐτῶν Κύριος.
22و کهنه نیز که نزد خداوند میآیند، خویشتن را تقدیس نمایند، مبادا خداوند بر ایشان هجوم آورد.»
23Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινά· σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν, λέγων, ἀφόρισαι τὸ ὄρος, καὶ ἁγίασαι αὐτό.
23موسی به خداوند گفت: «قوم نمی توانند به فرازکوه سینا آیند، زیرا که تو ما را قدغن کرده، گفتهای کوه را حدود قرار ده و آن را تقدیس نما.»
24Εἴπε δὲ αὐτῷ Κύριος, βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι σὺ καὶ Ἀαρὼν μετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν Θεὸν, μὴ ποτε ἀπολέσῃ ἀπʼ αὐτῶν Κύριος.
24خداوند وی را گفت: «پایین برو و تو و هارون همراهت برآیید، اما کهنه و قوم از حد تجاوزننمایند، تا نزد خداوند بالا بیایند، مبادا بر ایشان هجوم آورد.»
25Κατέβη δὲ Μωυσῆς πρὸς τὸν λαὸν, καὶ εἶπεν αὐτοῖς.
25پس موسی نزد قوم فرود شده، بدیشان سخن گفت.
Tip: use the ← and → keys to turn chapters.