ΕΞΟΔΟΣ
Chapter 36
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΕΞΟΔΟΣ 36

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐποίησε Βεσελεὴλ καὶ Ἐλιὰβ, καὶ πᾶς σοφὸς τῇ διανοὶᾳ, ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὑτοῖς, συνιέναι ποιεῖν πάντα τὰ ἔργα, κατὰ τὰ ἅγια καθήκοντα, κατὰ πάντα ὅσα συνέταξε Κύριος.
1«و بصلئیل و اهولیاب و همه دانادلانی که خداوند حکمت و فطانت بدیشان داده است، تا برای کردن هر صنعت خدمت قدس، ماهر باشند، موافق آنچه خداوند امرفرموده است، کار بکنند.»
2Καὶ ἐκάλεσε Μωυσῆς Βεσελεὴλ καὶ Ἐλιὰβ, καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ἔδωκεν ὁ Θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα, ὥστε συντελεῖν αὐτά.
2پس موسی، بصلئیل واهولیاب و همه دانادلانی را که خداوند در دل ایشان حکمت داده بود، و آنانی را که دل ایشان، ایشان را راغب ساخته بود که برای کردن کارنزدیک بیایند، دعوت کرد.
3Καὶ ἔλαβον παρὰ Μωσῆ πάντα τὰ ἀφαιρέματα, ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά· καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωΐ.
3و همه هدایایی را که بنی‌اسرائیل برای بجا آوردن کار خدمت قدس آورده بودند، از حضور موسی برداشتند، و هربامداد هدایای تبرعی دیگر نزد وی می‌آوردند.
4Καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον, ὃ εἰργάζοντο αὐτοί.
4و همه دانایانی که هر گونه کار قدس رامی ساختند، هر یک از کار خود که در آن مشغول می‌بود، آمدند.
5Καὶ εἶπε πρὸς Μωυσῆν, ὅτι πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα ὅσα συνέταξε Κύριος ποιῆσαι.
5و موسی را عرض کرده، گفتند: «قوم زیاده از آنچه لازم است برای عمل آن کاری که خداوند فرموده است که ساخته شود، می‌آورند.»
6Καὶ προσέταξε Μωυσῆς, καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ, λέγων, ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τάς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν.
6و موسی فرمود تا در اردو ندا کرده، گویند که «مردان و زنان هیچ کاری دیگر برای هدایای قدس نکنند.» پس قوم از آوردن بازداشته شدند.
7Καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.
7و اسباب برای انجام تمام کار، کافی، بلکه زیاده بود.
8Καὶ ἐποίησε πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
8پس همه دانادلانی که در کار اشتغال داشتند، ده پرده مسکن را ساختند، از کتان نازک تابیده شده و لاجورد و ارغوان و قرمز، و آنها را باکروبیان از صنعت نساج ماهر ترتیب دادند.
9Καὶ ἐποίησε τὴν ἐπωμίδα ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης·
9طول هر پرده بیست و هشت ذراع، و عرض هر پرده چهار ذراع. همه پرده‌ها را یک اندازه بود.
10καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφάναι σὺν τῇ ὑακίνθῳ, καὶ τῇ πορφύρᾳ, καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ, καὶ τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό·
10وپنج پرده را با یکدیگر بپیوست، و پنج پرده را بایکدیگر بپیوست،
11ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένα καθʼ ἑαυτό.
11و بر لب یک پرده در کنارپیوستگی‌اش مادگیهای لاجورد ساخت، وهمچنین در لب پرده بیرونی در‌پیوستگی دوم ساخت.
12Ἐξ αὐτοῦ ἐποίησαν αὐτὸ κατὰ τὴν αὐτοῦ ποίησιν, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ·
12و در یک پرده، پنجاه مادگی ساخت، و در کنار پرده‌ای که در‌پیوستگی دومین بود، پنجاه مادگی ساخت. و مادگیها مقابل یکدیگربود.
13καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συνπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ, γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐγκόλαμμα σφραγίδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραήλ·
13و پنجاه تکمه زرین ساخت، و پرده‌ها را به تکمه‌ها با یکدیگر بپیوست، تا مسکن یک باشد.
14καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραὴλ, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
14و پرده‌ها از پشم بز ساخت بجهت خیمه‌ای که بالای مسکن بود؛ آنها را پانزده پرده ساخت.
15Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης·
15طول هر پرده سی ذراع، و عرض هر پرده چهار ذراع؛ و یازده پرده را یک اندازه بود.
16τετράγωνον διπλοῦν ἐπόησαν τὸ λογεῖον· σπιθαμῆς τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν.
16وپنج پرده را جدا پیوست، و شش پرده را جدا.
17Καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος, ὁ στίχος ὁ εἷς·
17وپنجاه مادگی بر کنار پرده‌ای که در‌پیوستگی بیرونی بود ساخت، و پنجاه مادگی در کنار پرده در‌پیوستگی دوم.
18καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·
18و پنجاه تکمه برنجین برای پیوستن خیمه بساخت تا یک باشد.
19καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος·
19و پوششی از پوست قوچ سرخ شده برای خیمه ساخت، وپوششی بر زبر آن از پوست خز.
20καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ, καὶ συνδεδεμένα χρυσίῳ.
20و تخته های قایم از چوب شطیم برای مسکن ساخت.
21Καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμένα εἰς σφραγίδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς.
21طول هر تخته ده ذراع، وعرض هر تخته یک ذراع و نیم.
22Καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ.
22هر تخته را دوزبانه بود مقرون یکدیگر، و بدین ترکیب همه تخته های مسکن را ساخت.
23Καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς, καὶ δύο δακτυλίους χρυσοῦς· καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπʼ ἀμφοτέρας τὰς ἀρχὰς τοῦ λογείου.
23و تخته های مسکن را ساخت، بیست تخته به‌جانب جنوب به طرف یمانی،
24Καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπʼ ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου·
24و چهل پایه نقره زیر بیست تخته ساخت، یعنی دو پایه زیر تخته‌ای برای دوزبانه‌اش، و دو پایه زیر تخته دیگر برای دوزبانه‌اش.
25καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια. Καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξεναντίας κατὰ πρόσωπον.
25و برای جانب دیگر مسکن به طرف شمال، بیست تخته ساخت.
26Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπʼ ἄκρου τοῦ λογείου, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν·
26و چهل پایه نقره آنها را یعنی دو پایه زیر یک تخته‌ای و دو پایه زیرتخته دیگر.
27Καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ, κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος·
27و برای موخر مسکن به طرف مغرب، شش تخته ساخت.
28καὶ συνέσφιγξε τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπʼ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
28و دو تخته برای گوشه های مسکن در هر دو جانبش ساخت.
29Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντὸν, ὅλον ὑακίνθινον·
29واز زیر با یکدیگر پیوسته شد، و تا سر آن با هم دریک حلقه تمام شد. و همچنین برای هر دو در هردو گوشه کرد.
30τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διυφασμένον συμπλεκτὸν, ὤαν ἔχον κύκλῳ τὸ περιστόμιονν ἀδιάλυτον·
30پس هشت تخته بود، و پایه های آنها از نقره شانزده پایه، یعنی دو پایه زیر هرتخته.
31Καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοΐσκους, ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, καὶ βύσσου κεκλωσμένης.
31و پشت بندها از چوب شطیم ساخت، یعنی پنج برای تخته های یک جانب مسکن،
32Καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοΐσκων·
32و پنج پشت بند برای تخته های جانب دیگر مسکن، وپنج پشت بند برای تخته های موخر جانب غربی مسکن.
33κώδων χρυσοῦς καὶ ῥοΐσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
33و پشت بند وسطی را ساخت تا در میان تخته‌ها از سر تا سر بگذرد.
34Καὶ ἐποίησαν χιτῶνας βυσσίνους, ἔργον ὑφαντὸν, Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ,
34تخته‌ها را به طلاپوشانید، و حلقه های آنها را از طلا ساخت تابرای پشت بندها، خانه‌ها باشد، و پشت بندها را به طلا پوشانید.
35καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης,
35و حجاب را از لاجورد و ارغوان و قرمز و کتان نازک تابیده شده ساخت، و آن را باکروبیان از صنعت نساج ماهر ترتیب داد.
36καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
36وچهار ستون از چوب شطیم برایش ساخت، و آنهارا به طلا پوشانید و قلابهای آنها از طلا بود، وبرای آنها چهار پایه نقره ریخت.
37Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· καὶ ἔγραψεν ἐπʼ αὐτοῦ γράμματα ἐκτετυπωμένα, σφραγίδος, Ἁγίασμα Κυρίῳ·
37و پرده‌ای برای دروازه خیمه از لاجورد و ارغوان و قرمز وکتان نازک تابیده شده از صنعت طراز بساخت.
38Καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθινον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν μίτραν ἄνωθεν, ὅν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
38و پنج ستون آن و قلابهای آنها را ساخت وسرها و عصاهای آنها را به طلا پوشانید و پنج پایه آنها از برنج بود.

Tip: use the ← and → keys to turn chapters.