ΕΞΟΔΟΣ
Chapter 28
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΕΞΟΔΟΣ 28

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ, ἱερατεύειν μοι Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ, υἱοὺς Ἀαρών.
1«و تو برادر خود، هارون و پسرانش را با وی از میان بنی‌اسرائیل نزد خودبیاور تا برای من کهانت بکند، یعنی هارون وناداب و ابیهو و العازار و ایتامار، پسران هارون.
2Καὶ ποιήσεις στολὴν ἁγίαν Ἀαρὼν τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν.
2ورختهای مقدس برای برادرت، هارون، بجهت عزت و زینت بساز.
3Καὶ σύ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεύματος σοφίας καὶ αἰσθήσεως· καὶ ποιήσουσι τὴν στολὴν τὴν ἁγίαν Ἀαρὼν εἰς τὸ ἅγιον, ἐν ᾗ ἱερατεύσει μοι.
3و تو به جمیع دانادلانی که ایشان را به روح حکمت پر ساخته‌ام، بگو که رختهای هارون را بسازند برای تقدیس کردن او تابرای من کهانت کند.
4Καὶ αὗται αἱ στολαὶ, ἃς ποιησουσι· τὸ περιστήθιον, καὶ τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη, καὶ χιτῶνα κοσυμβωτὸν, καὶ κίδαριν, καὶ ζώνην· καὶ ποιήσουσι στολὰς ἁγίας Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι.
4و رختهایی که می‌سازنداین است: سینه بند و ایفود و ردا و پیراهن مطرز وعمامه و کمربند. این رختهای مقدس را برای برادرت هارون و پسرانش بسازند تا بجهت من کهانت کند.
5Καὶ αὐτοὶ λήψονται τὸ χρυσίον, καὶ τὸν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον, καὶ τὴν βύσσον.
5و ایشان طلا و لاجورد و ارغوان وقرمز و کتان نازک را بگیرند،
6Καὶ ποιήσουσι τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν ποικιλτοῦ.
6«و ایفود را از طلا و لاجورد و ارغوان و قرمزو کتان نازک تابیده شده، از صنعت نساج ماهربسازند.
7Δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτισμέναι.
7و دو کتفش را بر دو کناره‌اش بپیوندند تاپیوسته شود.
8Καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπʼ αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καθαροῦ, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης.
8و زنار ایفود که برآن است، ازهمان صنعت و از همان پارچه باشد، یعنی از طلاو لاجورد و ارغوان و قرمز و کتان نازک تابیده شده.
9Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ.
9و دو سنگ جزع بگیر و نامهای بنی‌اسرائیل را بر آنها نقش کن.
10Ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν.
10شش نام ایشان را بر یک سنگ و شش نام باقی ایشان را بر سنگ دیگر موافق تولد ایشان.
11Ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγίδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶς υἱῶν Ἰσρσήλ.
11از صنعت نقاش سنگ مثل نقش خاتم نامهای بنی‌اسرائیل را بر هردو سنگ نقش نما و آنها را در طوقهای طلا نصب کن.
12Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶς ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον πεπὶ αὐτῶν.
12و آن دو سنگ را بر کتفهای ایفود بگذار تاسنگهای یادگاری برای بنی‌اسرائیل باشد، وهارون نامهای ایشان را بر دو کتف خود، بحضور خداوند برای یادگاری بردارد.
13Καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ.
13و دو طوق ازطلا بساز.
14Καὶ ποιήσεις δύο κροσωτὰ ἐκ χρυσίου καθαροῦ, καταμεμιγμένα ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας, κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων.
14و دو زنجیر از طلای خالص بسازمثل طناب بهم پیچیده شده، و آن دو زنجیر بهم پیچیده شده را در طوقها بگذار.
15Καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτὸ ἐκ χρυσίου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου, καὶ βύσσου κεκλωσμένης.
15«و سینه بند عدالت را از صنعت نساج ماهر، موافق کار ایفود بساز و آن را از طلا و لاجورد وارغوان و قرمز و کتان نازک تابیده شده بساز.
16Ποιήσεις αὐτό τετράγωνον· ἔσται διπλοῦν, σπιθαμῆς τὸ μῆκος αὐτοῦ, καὶ σπιθαμῆς τὸ εὖρος.
16ومربع و دولا باشد، طولش یک وجب و عرضش یک وجب.
17Καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον, τοπάζιον, καὶ σμαράγδος, ὁ στίχος ὁ εἷς.
17و آن را به ترصیع سنگها، یعنی به چهار رسته از سنگها مرصع کن که رسته اول عقیق احمر و یاقوت اصفر و زمرد باشد،
18Καὶ ὁ στίχος ὁ δεύτερος, ἄνθραξ, καὶ σάπφειρος, καὶ ἴασπις.
18و رسته دوم بهرمان و یاقوت کبود و عقیق سفید،
19Καὶ ὁ στίχος ὁ τρίτος, λιγύριον, ἀχάτης, ἀμέθυστος.
19ورسته سوم عین الهر و یشم و جمشت،
20Καὶ ὁ στίχος ὁ τέταρτος, χρυσόλιθος, καὶ βηρύλλιον, καὶ ὀνύχιον, περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ· ἔστωσαν κατὰ στίχον αὐτῶν.
20و رسته چهارم زبرجد و جزع و یشب. و آنها دررسته های خود با طلا نشانده شود.
21Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς.
21و سنگهاموافق نامهای بنی‌اسرائیل مطابق اسامی ایشان، دوازده باشد، مثل نقش خاتم، و هر یک برای دوازده سبط موافق اسمش باشد.
22Καὶ ποιήσεις ἐπὶ τὸ λογιον κρωσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ.
22و بر سینه بند، زنجیرهای بهم پیچیده شده، مثل طناب از طلای خالص بساز.
no verse 23 in this text
23و بر سینه بند، دو حلقه از طلابساز و آن دو حلقه را بر دو طرف سینه بند بگذار.
no verse 24 in this text
24و آن دو زنجیر طلا را بر آن دو حلقه‌ای که برسر سینه بند است بگذار.
no verse 25 in this text
25و دو سر دیگر آن دوزنجیر را در آن دو طوق ببند و بر دو کتف ایفودبطرف پیش بگذار.
no verse 26 in this text
26و دو حلقه زرین بساز و آنهارا بر دو سر سینه بند، به کنار آن که بطرف اندرون ایفود است، بگذار.
no verse 27 in this text
27و دو حلقه دیگر زرین بسازو آنها را بر دو کتف ایفود از پایین بجانب پیش، دربرابر پیوستگی آن، بر زبر زنار ایفود بگذار.
no verse 28 in this text
28وسینه بند را به حلقه هایش بر حلقه های ایفود به نوار لاجورد ببندند تا بالای زنار ایفود باشد و تاسینه بند از ایفود جدا نشود.
29Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνου ἐναντίον τοῦ Θεοῦ. Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον.
29و هارون نامهای بنی‌اسرائیل را بر سینه بند عدالت بر دل خود، وقتی که به قدس داخل شود، به حضور خداوندبجهت یادگاری دائم بردارد.
30Καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρὼν, ὃταν εἰσπορεύεται εἰς τὸ ἅγιον ἔναντὶ Κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός.
30و اوریم و تمیم را در سینه بند عدالت بگذار تا بر دل هارون باشد، وقتی که به حضور خداوند بیاید، و عدالت بنی‌اسرائیل را بر دل خود بحضور خداوند دائم متحمل شود.
31Καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον.
31«و ردای ایفود را تمام از لاجورد بساز.
32Καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ὤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑφαντου, τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ.
32و شکافی برای سر، در وسطش باشد. و حاشیه گرداگرد شکافش از کار نساج مثل گریبان زره، تادریده نشود.
33Καὶ ποιήσεις ὑπὸ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν, ὡσεὶ ἐξανθούσης ῥόας ῥοΐσκους ἐξ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου διανενησμένου, καὶ βύσσου κεκλωσμένης, ὑπὸ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ εἶδος ῥοΐσκους χρυσοῦς, καὶ κώδωνας ἀναμέσον τούτων περικύκλῳ.
33و در دامنش، انارها بساز ازلاجورد و ارغوان و قرمز، گرداگرد دامنش، وزنگوله های زرین در میان آنها به هر طرف.
34Παρὰ ῥοΐσκον χρυσοῦν δώδωνα, καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ·
34زنگوله زرین و اناری و زنگوله زرین و اناری گرداگرد دامن ردا.
35Καὶ ἔσται Ἀαρὼν ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ, εἰσιόντι εἰς τὸ ἅγιον ἔναντι Κυρίου, καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.
35و در بر هارون باشد، هنگامی که خدمت می‌کند، تا آواز آنها شنیده شود، هنگامی که در قدس بحضور خداوند داخل می‌شود و هنگامی که بیرون می‌آید تا نمیرد.
36Καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρόν· καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγίδος, Ἁγίασμα Κυρίου.
36وتنکه از طلای خالص بساز و بر آن مثل نقش خاتم قدوسیت برای یهوه نقش کن.
37Καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης· καὶ ἔσται ἐπὶ τῆς μίτρας, κατὰ πρόσωπον τῆς μίτρας ἔσται.
37و آن را به نوارلاجوردی ببند تا بر عمامه باشد، بر پیشانی عمامه خواهد بود.
38Καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρών· καὶ ἐξαρεῖ Ἀαρὼν τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ἀαρὼν διαπαντὸς δεκτὸν αὐτοῖς ἔναντι Κυρίου.
38و بر پیشانی هارون باشد تا هارون گناه موقوفاتی که بنی‌اسرائیل وقف می‌نمایند، درهمه هدایای مقدس ایشان متحمل شود. و آن دائم بر پیشانی او باشد تا بحضور خداوند مقبول شوند.
39Καὶ οἱ κοσυμβωτοὶ τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην· καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ.
39و پیراهن کتان نازک را بباف و عمامه‌ای از کتان نازک بساز و کمربندی از صنعت طرازبساز.
40Καὶ τοῖς υἱοῖς Ἀαρὼν ποιήσεις χιτῶνας καὶ ζώνας, καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν.
40و برای پسران هارون پیراهنها بساز و بجهت ایشان کمربندها بساز و برای ایشان عمامه‌ها بساز بجهت عزت و زینت.
41Καὶ ἐνδύσεις αὐτὰ Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ τοὺς υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς, καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας· καὶ ἁγιάσεις αὐτοὺς, ἵνα ἱερατεύωσί μοι.
41و برادرخود هارون و پسرانش را همراه او به آنها آراسته کن، و ایشان را مسح کن و ایشان را تخصیص وتقدیس نما تا برای من کهانت کنند.
42Καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν, ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται.
42و زیرجامه های کتان برای ستر عورت ایشان بساز که ازکمر تا ران برسد،
43Καὶ ἕξει Ἀαρὼν αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου· καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποθάνωσι· νόμιμον αἰώνιον αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν.
43و بر هارون و پسرانش باشد، هنگامی که به خیمه اجتماع داخل شوند یا نزدمذبح آیند تا در قدس خدمت نمایند، مبادامتحمل گناه شوند و بمیرند. این برای وی و بعد ازاو برای ذریتش فریضه ابدی است.

Tip: use the ← and → keys to turn chapters.