ΒΑΣΙΛΕΙΩΝ Β 18
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (Thai)
1Καὶ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετʼ αὐτοῦ, καὶ κατέστησεν ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.
1ดาวิดนับจำนวนคนที่อยู่กับท่านและตั้งผู้บังคับบัญชากองพันกับกองร้อย
2Καὶ ἀπέστειλε Δαυὶδ τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθὶ τοῦ Γεθαίου· καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαὸν, ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθʼ ὑμῶν.
2ท่านแบ่งทหารออกเป็นสามส่วน ส่วนหนึ่งอยู่ใต้บังคับบัญชาโยอาบ ส่วนหนึ่งอยู่ใต้บังคับบัญชาอาบีชัยบุตรนางเศรุยาห์น้องชายโยอาบ และอีกส่วนหนึ่งอยู่ใต้บังคับบัญชาอิททัยชาวกัท กษัตริย์บอกทหารว่า “ข้าจะออกไปรบกับพวกเจ้าด้วย”
3Καὶ εἶπαν, οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν· καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν, ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.
3แต่ทหารทูลว่า “ท่านอย่าออกไปเลย ถ้าพวกเราหนี ศัตรูจะไม่สนใจพวกเรา ต่อให้พวกเราตายไปครึ่งหนึ่ง พวกเขาก็ไม่สนใจ แต่ท่านมีค่าเท่ากับพวกเราหนึ่งหมื่นคน ท่านอยู่ในเมืองพร้อมจะช่วยพวกเราดีกว่า”
4Καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεὺς, ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω· καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης· καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.
4กษัตริย์ตอบว่า “ข้าจะทำตามที่พวกเจ้าเห็นว่าดี” ท่านยืนข้างประตูเมือง ขณะทหารออกไปเป็นกองร้อยและกองพัน
5Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθὶ, λέγων, φείσασθέ μου τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ.
5กษัตริย์สั่งโยอาบ อาบีชัย และอิททัยว่า “เห็นแก่ข้า จงปฏิบัติต่ออับซาโลมชายหนุ่มอย่างอ่อนโยน” ทหารทุกคนได้ยินตอนกษัตริย์สั่งผู้บังคับบัญชาทั้งหมดเรื่องอับซาโลม
6Καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας Ἰσραήλ· καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφραίμ.
6ทหารออกไปสู้กับอิสราเอลในทุ่ง การรบเกิดขึ้นในป่าเอฟราอิม
7Καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δαυὶδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.
7คนอิสราเอลพ่ายแพ้ต่อคนของดาวิด วันนั้นมีคนถูกฆ่าจำนวนมากถึงสองหมื่นคน
8Καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ, ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκαίνῃ.
8การรบกระจายไปทั่วแผ่นดินบริเวณนั้น วันนั้นป่ากลืนกินผู้คนมากกว่าดาบเสียอีก
9Καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ· καὶ Ἀβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυῒ, καὶ ἐκρεμάσθη ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἀναμέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε.
9อับซาโลมบังเอิญพบคนของดาวิด ขณะเขาขี่ล่อ ล่อวิ่งลอดกิ่งหนาทึบของต้นโอ๊กใหญ่ ศีรษะของอับซาโลมติดอยู่กับต้นโอ๊ก ตัวเขาจึงห้อยอยู่ระหว่างฟ้ากับดิน ส่วนล่อวิ่งเลยไป
10Καὶ εἶδεν ἀνὴρ εἷς, καὶ ἀνήγγειλε τῷ Ἰωὰβ, καὶ εἶπεν, ἰδοὺ ἑώρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ.
10ชายคนหนึ่งเห็นเข้าจึงบอกโยอาบว่า “ข้าเห็นอับซาโลมห้อยอยู่กับต้นโอ๊ก”
11Καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῇ ἀναγγέλλοντι αὐτῷ, καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.
11โยอาบถามชายที่มาบอกว่า “เจ้าเห็นแล้ว ทำไมไม่ตีเขาให้ล้มลงตรงนั้น? ข้าจะให้เงินสิบชิ้นกับเข็มขัดแก่เจ้า”
12Εἶπε δὲ ὁ ἀνὴρ πρὸς Ἰωὰβ, καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως· ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθὶ, λέγων, φυλάξατέ μοι τὸ παιδάριον τὸν Ἀβεσσαλὼμ,
12ชายคนนั้นตอบโยอาบว่า “ถึงจะมีคนให้เงินข้าพันชิ้น ข้าก็จะไม่ลงมือกับบุตรชายกษัตริย์ เพราะพวกเราได้ยินกษัตริย์สั่งท่าน อาบีชัย และอิททัยว่า ‘ระวัง อย่าให้ใครแตะต้องอับซาโลมชายหนุ่ม’
13μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας.
13หากข้าฆ่าเขาอย่างทรยศ ไม่มีเรื่องใดปิดบังกษัตริย์ได้ แล้วท่านเองก็คงหันมาต่อต้านข้า”
14Καὶ εἶπεν Ἰωὰβ, τοῦτο ἐγὼ ἄρξομαι, οὐχ οὕτως μενῶ ἐνώπιόν σου· καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλὼμ, ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός.
14โยอาบตอบว่า “ข้าจะไม่เสียเวลารอเจ้าอีก” เขาหยิบหลาวสามเล่มแทงเข้าที่หัวใจของอับซาโลม ขณะที่อับซาโลมยังมีชีวิตห้อยอยู่กลางต้นโอ๊ก
15Καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ, καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ, καὶ ἐθανάτωσαν αὐτόν.
15ชายหนุ่มสิบคนผู้ถือเครื่องเกราะให้โยอาบล้อมอับซาโลม รุมโจมตีและฆ่าเขา
16Καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσραὴλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ.
16โยอาบเป่าแตร ทหารจึงหยุดไล่ตามอิสราเอล เพราะโยอาบสั่งให้หยุด
17Καὶ ἔλαβε τὸν Ἀβεσσαλὼμ, καὶ ἔῤῥιψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν, καὶ ἐστήλωσεν ἐπʼ αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα· καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.
17พวกเขานำศพอับซาโลมโยนลงหลุมใหญ่ในป่า และกองหินทับไว้สูงมาก ชาวอิสราเอลทั้งหมดต่างหนีกลับกระโจมของตน
18Καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ βασιλέως, ὅτι εἶπεν, ὅτι οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην, Χεὶρ Ἀβεσσαλὼμ, ἕως τῆς ἡμέρας ταύτης.
18ครั้งยังมีชีวิต อับซาโลมตั้งเสาหินของตนไว้ในหุบเขากษัตริย์ เพราะเขาคิดว่า “ข้าไม่มีบุตรชายที่จะสืบชื่อของข้า” เขาตั้งชื่อเสาหินตามชื่อตนเอง ผู้คนเรียกเสานั้นว่าอนุสรณ์อับซาโลมจนถึงทุกวันนี้
19Καὶ Ἀχιμάας υἱὸς Σαδὼκ εἶπε, δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.
19อาหิมาอัส บุตรของศาโดก พูดว่า “ขอให้ข้าวิ่งไปทูลข่าวกษัตริย์ว่าพระยาห์เวห์ทรงแก้แค้นศัตรูให้ท่านแล้ว”
20Καὶ εἶπεν αὐτῷ Ἰωὰβ, οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ· ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε.
20โยอาบบอกเขาว่า “วันนี้เจ้าอย่าเป็นผู้นำข่าวไปบอก ไว้วันอื่นค่อยนำข่าว วันนี้อย่าไป เพราะบุตรชายกษัตริย์ตายแล้ว”
21Καὶ εἶπεν Ἰωὰβ τῷ Χουσὶ, Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσεὶ τῷ Ἰωὰβ, καὶ ἐξῆλθε.
21โยอาบสั่งชายชาวคูชคนหนึ่งว่า “ไปทูลกษัตริย์ตามที่เจ้าเห็น!” ชายชาวคูชก้มคำนับโยอาบแล้ววิ่งไป
22Καὶ προσέθετο ἕτι Ἀχιμάας υἱὸς Σαδὼκ, καὶ εἶπε πρὸς Ἰωὰβ, καὶ ἔστω, ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί· καὶ εἶπεν Ἰωὰβ, ἱνατί σὺ τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφέλειαν πορευομένῳ.
22อาหิมาอัส บุตรของศาโดก รบเร้าโยอาบอีกว่า “ไม่ว่าจะเกิดอะไรขึ้น ขอให้ข้าวิ่งตามชายชาวคูชไปด้วย” โยอาบตอบว่า “ลูกเอ๋ย เจ้าจะวิ่งไปทำไม ในเมื่อเจ้าจะไม่ได้รางวัลจากข่าวนี้?”
23Καὶ εἶπε, τί γὰρ ἐὰν δράμω; καὶ εἶπεν αὐτῷ Ἰωὰβ, δράμε· καὶ ἔδραμεν Ἀχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ, καὶ ὑπερέβη τὸν Χουσί.
23เขาตอบว่า “ไม่ว่าจะเกิดอะไรขึ้น ข้าจะวิ่งไป” โยอาบจึงบอกว่า “วิ่งไปเถิด” อาหิมาอัสวิ่งไปตามทางที่ราบและแซงชายชาวคูช
24Καὶ Δαυὶδ ἐκάθητο ἀναμέσον τῶν δύο πυλῶν· καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος, καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε. καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ.
24ดาวิดนั่งอยู่ระหว่างประตูเมืองสองชั้น คนเฝ้ายามขึ้นไปบนหลังคาประตูตรงกำแพง มองออกไปเห็นชายคนหนึ่งวิ่งมาเพียงลำพัง
25Καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεὺς, εἰ μόνος ἐστὶν, εὐαγγέλια ἐν τῷ στόματι αὐτοῦ· καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
25เขาตะโกนบอกกษัตริย์ กษัตริย์พูดว่า “ถ้าเขามาคนเดียว คงมีข่าวมาบอก” ชายคนนั้นวิ่งเข้ามาใกล้เรื่อย ๆ
26Καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα· καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ, καὶ εἶπε, καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος· καὶ εἶπεν ὁ βασιλεὺς, καί γε οὗτος εὐαγγελιζόμενος.
26คนเฝ้ายามเห็นชายอีกคนวิ่งมา จึงตะโกนบอกคนเฝ้าประตูว่า “มีชายอีกคนวิ่งมาคนเดียว!” กษัตริย์พูดว่า “เขาก็นำข่าวมาเหมือนกัน”
27Καὶ εἶπεν ὁ σκοπός, ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Ἀχιμάας υἱοῦ Σαδώκ· καὶ εἶπεν ὁ βασιλεὺς, ἀνὴρ ἀγαθὸς οὗτος, καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.
27คนเฝ้ายามบอกว่า “ดูท่าวิ่งของคนแรกเหมือนอาหิมาอัส บุตรของศาโดก” กษัตริย์พูดว่า “เขาเป็นคนดี คงนำข่าวดีมา”
28Καὶ ἐβόησεν Ἀχιμάας, καὶ εἶπε πρὸς τὸν βασιλέα, εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
28อาหิมาอัสตะโกนทูลกษัตริย์ว่า “ทุกอย่างเรียบร้อยดี” เขาหมอบหน้าลงกับพื้นต่อหน้ากษัตริย์ แล้วทูลว่า “สรรเสริญพระยาห์เวห์พระเจ้าของท่าน ผู้ทรงมอบคนที่ลุกขึ้นต่อต้านนายของข้าผู้เป็นกษัตริย์ไว้ในมือท่าน!”
29Καὶ εἶπεν ὁ βασιλεὺς, εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν Ἀχιμάας, εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
29กษัตริย์ถามว่า “อับซาโลมชายหนุ่มปลอดภัยหรือ?” อาหิมาอัสตอบว่า “ตอนโยอาบส่งข้าผู้เป็นคนรับใช้ของท่านมา ข้าเห็นความวุ่นวายมาก แต่ไม่รู้ว่าเกิดอะไรขึ้น”
30Καὶ εἶπεν ὁ βασιλεὺς, ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη, καὶ ἔστη.
30กษัตริย์บอกว่า “มายืนตรงนี้ก่อน” เขาจึงมายืนรอ
31Καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο, καὶ εἶπε τῷ βασιλεῖ, εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
31ชายชาวคูชมาถึงแล้วทูลว่า “ข้ามีข่าวดีให้นายของข้าผู้เป็นกษัตริย์ วันนี้พระยาห์เวห์ทรงแก้แค้นคนทั้งหมดที่ลุกขึ้นต่อต้านท่านแล้ว”
32Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσὶ, εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; καὶ εἶπεν ὁ Χουσὶ, γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ πάντες ὅσοι ἐπανέστησαν ἐπʼ αὐτὸν εἰς κακά.
32กษัตริย์ถามชายชาวคูชว่า “อับซาโลมชายหนุ่มปลอดภัยหรือ?” ชายชาวคูชตอบว่า “ขอให้ศัตรูของนายของข้าผู้เป็นกษัตริย์ และทุกคนที่ลุกขึ้นทำร้ายท่านมีชะตาเหมือนชายหนุ่มคนนั้น”
no verse 33 in this text
33กษัตริย์สะเทือนใจมาก จึงขึ้นไปยังห้องเหนือประตูเมืองและร้องไห้ ระหว่างเดินท่านคร่ำครวญว่า “อับซาโลมลูกพ่อ! ลูกพ่อ อับซาโลมลูกพ่อ! พ่ออยากตายแทนเจ้า อับซาโลมลูกพ่อ ลูกพ่อ!”
Tip: use the ← and → keys to turn chapters.