ΒΑΣΙΛΕΙΩΝ Δ
Chapter 10
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΒΑΣΙΛΕΙΩΝ Δ 10

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ· καὶ ἔγραψεν Ἰοὺ βιβλίον, καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας, καὶ πρὸς τοὺς πρεσβυτέρους, καὶ πρὸς τοὺς τιθηνοὺς Αχαὰβ, λέγων,
1亚哈 有七十个儿子在 撒马利亚 。 耶户 写信送到 撒马利亚 ,通知 耶斯列 的首领,就是长老和教养 亚哈 众子 的人,说:
2Καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθʼ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν, καὶ μεθʼ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα,
2「你们那里既有你们主人的众子和车马、器械、坚固城,
3καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν, καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ, καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.
3接了这信,就可以在你们主人的众子中选择一个贤能合宜的,使他坐他父亲的位,你们也可以为你们主人的家争战。」
4Καὶ ἐφοβήθησαν σφόδρα, καὶ εἶπον, ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς;
4他们却甚惧怕,彼此说:「二王在他面前尚且站立不住,我们怎能站得住呢?」
5Καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ἰοὺ, λέγοντες, παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν.
5家宰、邑宰,和长老,并教养 众子 的人,打发人去见 耶户 ,说:「我们是你的仆人,凡你所吩咐我们的都必遵行,我们不立谁作王,你看怎样好就怎样行。」
6Καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον, λέγων, εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν, καὶ ἐνέγκατε πρὸς μὲ, ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ· καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες, οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.
6耶户 又给他们写信说:「你们若归顺我,听从我的话,明日这时候,要将你们主人众子的首级带到 耶斯列 来见我。」那时王的儿子七十人都住在教养他们那城中的尊贵人家里。
7Καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτοὺς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ ἔσφαξαν αὐτοὺς ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις, καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ.
7信一到,他们就把王的七十个儿子杀了,将首级装在筐里,送到在 耶斯列 的 耶户 那里。
8Καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε, λέγων, ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε, θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ.
8有使者来告诉 耶户 说:「他们将王众子的首级送来了。」 耶户 说:「将首级在城门口堆作两堆,搁到明日。」
9Καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη, καὶ εἶπε πρὸς πάντα τὸν λαόν, δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου, καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;
9次日早晨, 耶户 出来,站着对众民说:「你们都是公义的,我背叛我主人,将他杀了;这些人却是谁杀的呢?
10Ἴδετε ἀφφὼ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού.
10由此可知,耶和华指着 亚哈 家所说的话一句没有落空,因为耶和华借他仆人 以利亚 所说的话都成就了。」
11Καὶ ἐπάταξεν Ἰοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Ἀχαὰβ ἐν Ἰεζράελ, καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ, καὶ τοὺς γνωστοὺς αὐτοῦ, καὶ τοὺς ἱερεῖς αὐτοῦ, ὥστε μὴ καταλιπεῖν αὐτοὺ κατάλειμμα.
11凡 亚哈 家在 耶斯列 所剩下的人和他的大臣、密友、祭司, 耶户 尽都杀了,没有留下一个。
12Καὶ ἀνέστη καὶ ἐπορεύθῃ εἰς Σαμάρειαν, αὐτὸς ἐν βαιθακὰθ τῶν ποιμένων ἐν τῇ ὁδῷ.
12耶户 起身往 撒马利亚 去。在路上、牧人剪羊毛之处,
13Καὶ Ἰοὺ εὗρε τοὺς ἀδελφοὺς Ὀχοζίου βασιλέως Ἰούδα, καὶ εἶπε, τίνες ὑμεῖς; καὶ εἶπον, ἀδελφοὶ Ὀχοζίου ἡμεῖς, καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως, καὶ τῶν υἱῶν τῆς δυναστευούσης.
13遇见 犹大 王 亚哈谢 的弟兄,问他们说:「你们是谁?」回答说:「我们是 亚哈谢 的弟兄,现在下去要问王和太后的众子安。」
14Καὶ εἶπε, συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς βαιθακὰθ τεσσαράκοντα καὶ δύο ἄνδρας· οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.
14耶户 吩咐说:「活捉他们!」跟从的人就活捉了他们,将他们杀在剪羊毛之处的坑边,共四十二人,没有留下一个。
15Καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν· καὶ εἶπε πρὸς αὐτὸν Ιοὺ, εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ ἔστι· καὶ εἶπεν Ἰοὺ, καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου· καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα,
15耶户 从那里前行,恰遇 利甲 的儿子 约拿达 来迎接他, 耶户 问他安,对他说:「你诚心待我像我诚心待你吗?」 约拿达 回答说:「是。」 耶户 说:「若是这样,你向我伸手」,他就伸手; 耶户 拉他上车。
16καὶ εἶπε πρὸς αὐτὸν, δεῦρο μετʼ ἐμοῦ, καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ· καὶ ἐπεκάθισε αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ.
16耶户 说:「你和我同去,看我为耶和华怎样热心」;于是请他坐在车上,
17Καὶ εἰσῆλθεν εἰς Σαμάρειαν· καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού.
17到了 撒马利亚 ,就把 撒马利亚 的 亚哈 家剩下的人都杀了,直到灭尽,正如耶和华对 以利亚 所说的。
18Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν, καὶ εἶπε πρὸς αὐτοὺς, Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰοὺ δουλεύσει αὐτῷ πολλά.
18耶户 招聚众民,对他们说:「 亚哈 事奉 巴力 还冷淡, 耶户 却更热心。
19Καὶ νῦν πάντες οἱ προφῆται τοῦ Βάαλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρὸς μὲ, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται· καὶ Ἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνʼ ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ.
19现在我要给 巴力 献大祭。应当叫 巴力 的众先知和一切拜 巴力 的人,并 巴力 的众祭司,都到我这里来,不可缺少一个;凡不来的必不得活。」 耶户 这样行,是用诡计要杀尽拜 巴力 的人。
20Καὶ εἶπεν Ἰοὺ, ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξν.
20耶户 说:「要为 巴力 宣告严肃会!」于是宣告了。
21Καὶ ἀπέστειλεν Ἰοὺ ἐν παντὶ Ἰσραὴλ, λέγων, καὶ νῦν πάντες οἱ δοῦλοι, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προθῆται αὐτοῦ, μηδεὶς ἀπολιπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται· καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνὴρ ὃς οὐ παρεγένετο· καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ· καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα.
21耶户 差人走遍 以色列 地;凡拜 巴力 的人都来齐了,没有一个不来的。他们进了 巴力 庙, 巴力 庙中从前边直到后边都满了人。
22Καὶ εἶπε τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ, ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.
22耶户 吩咐掌管礼服的人说:「拿出礼服来,给一切拜 巴力 的人穿。」他就拿出礼服来给了他们。
23Καὶ εἰσῆλθεν Ἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ, καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ, ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθʼ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλʼ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι.
23耶户 和 利甲 的儿子 约拿达 进了 巴力 庙,对拜 巴力 的人说:「你们察看察看,在你们这里不可有耶和华的仆人,只可容留拜 巴力 的人。」
24Καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα· καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας, καὶ εἶπεν, ἀνὴρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.
24耶户 和 约拿达 进去,献 平安 祭和燔祭。 耶户 先安派八十人在庙外,吩咐说:「我将这些人交在你们手中,若有一人脱逃, 谁放的 必叫他偿命!」
25Καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις, εἰσελθόντες πατάξατε αὐτοὺς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται, καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
25耶户 献完了燔祭,就 出来 吩咐护卫兵和众军长说:「你们进去杀他们,不容一人出来!」护卫兵和军长就用刀杀他们,将尸首抛出去,便到 巴力 庙的城去了,
26Καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ, καὶ ἐνέπρησαν αὐτήν.
26将 巴力 庙中的柱像都拿出来烧了;
27Καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ, καὶ ἔπαξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης.
27毁坏了 巴力 柱像,拆毁了 巴力 庙作为厕所,直到今日。
28Καὶ ἠφάνισεν Ἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ.
28这样, 耶户 在 以色列 中灭了 巴力 。
29Πλὴν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν· αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ, καὶ ἐν Δάν.
29只是 耶户 不离开 尼八 的儿子 耶罗波安 使 以色列 人陷在罪里的那罪,就是拜 伯特利 和 但 的金牛犊。
30Καὶ εἶπε Κύριος πρὸς Ἰοὺ, ἀνθʼ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαὰβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ.
30耶和华对 耶户 说:「因你办好我眼中看为正的事,照我的心意待 亚哈 家,你的子孙必接续你坐 以色列 的国位,直到四代。」
31Καὶ Ἰοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου θεοῦ Ἰσραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ· οὐκ ἀπέστη ἑπάνωθεν ἁμαρτιῶν Ἰεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
31只是 耶户 不尽心遵守耶和华— 以色列 神的律法,不离开 耶罗波安 使 以色列 人陷在罪里的那罪。
32Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ Ἰσραήλ· καὶ ἐπάταξεν αὐτοὺς Ἀζαὴλ ἐν παντὶ ὁρίῳ Ἰσραὴλ,
32在那些日子,耶和华才割裂 以色列 国,使 哈薛 攻击 以色列 的境界,
33ἀπὸ τοῦ Ἰορδάνου κατʼ ἀνατολὰς ἡλίου πᾶσαν τὴν Γαλαάδ τοῦ Γαδδὶ, καὶ τοῦ Ῥουβὴν, καὶ τοῦ Μανασσῆ, ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνὼν, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.
33乃是 约旦河 东、 基列 全地,从靠近 亚嫩谷 边的 亚罗珥 起,就是 基列 和 巴珊 的 迦得 人、 吕便 人、 玛拿西 人之地。
34Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰοὺ καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ τὰς συνάψεις ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
34耶户 其余的事,凡他所行的和他的勇力都写在 以色列 诸王记上。
35Καὶ ἐκοιμήθη Ἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
35耶户 与他列祖同睡,葬在 撒马利亚 ;他儿子 约哈斯 接续他作王。
36Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Ἰοὺ ἐπὶ Ἰσραὴλ εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ.
36耶户 在 撒马利亚 作 以色列 王二十八年。

Tip: use the ← and → keys to turn chapters.