ΒΑΣΙΛΕΙΩΝ Δ 4
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς τὸν Ἑλισαῖε, λέγουσα, ὁ δοῦλός σου ἀνήρ μου ἀπέθανε, καὶ σὺ ἔγνως, ὅτι δοῦλὸς σου ἦν φοβούμενος τὸν Κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
1有一个先知门徒的妻哀求 以利沙 说:「你仆人—我丈夫死了,他敬畏耶和华是你所知道的。现在有债主来,要取我两个儿子作奴仆。」
2Καὶ εἶπεν Ἑλισαιὲ, τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστι σοι ἐν τῷ οἴκῳ; ἡ δὲ εἶπεν, οὐκ ἔστι τῇ δούλῃ σου οὐδὲν ἐν τῷ οἴκῳ, ὅτι ἀλλʼ ἢ ὃ ἀλείψομαι ἔλαιον.
2以利沙 问她说:「我可以为你做什么呢?你告诉我,你家里有什么?」她说:「婢女家中除了一瓶油之外,没有什么。」
3Καὶ εἶπε πρὸς αὐτήν, δεῦρο, αἴτησαι σεαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σκεύη κενὰ, μὴ ὀλιγώσῃς.
3以利沙 说:「你去,向你众邻舍借空器皿,不要少借;
4Καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου, καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα, καὶ τὸ πληρωθὲν ἀρεῖς.
4回到家里,关上门,你和你儿子在里面将油倒在所有的器皿里,倒满了的放在一边。」
5Καὶ ἀπῆλθε παρʼ αὐτοῦ, καὶ ἀπέκλεισε τὴν θύραν καθʼ ἑαυτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτὴν, καὶ αὐτὴ ἐπέχεεν ἕως ἐπλήσθησαν τὰ σκεύη.
5于是,妇人离开 以利沙 去了,关上门,自己和儿子在里面;儿子把 器皿 拿来,她就倒油。
6Καὶ εἶπε πρὸς τοὺς υἱοὺς αὐτῆς, ἐγγίσατε ἔτι πρὸς μὲ τὸ σκεῦος· καὶ εἶπον αὐτῇ, οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
6器皿都满了,她对儿子说:「再给我拿器皿来。」儿子说:「再没有器皿了。」油就止住了。
7Καὶ ἦλθε, καὶ ἀπήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· καὶ εἶπεν Ἑλισαιὲ, δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον, καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
7妇人去告诉神人,神人说:「你去卖油还债,所剩的你和你儿子可以靠着度日。」
8Καὶ ἐγένετο ἡμέρα, καὶ διέβη Ἐλισαιὲ εἰς Σωμὰν, καὶ ἐκεῖ γυνὴ μεγάλη, καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον· καὶ ἐγένετο ἀφʼ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν, ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν.
8一日, 以利沙 走到 书念 ,在那里有一个大户的妇人强留他吃饭。此后, 以利沙 每从那里经过就进去吃饭。
9Καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς, ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ ἡμᾶς διαπαντός.
9妇人对丈夫说:「我看出那常从我们这里经过的是圣洁的神人。
10Ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ δίφρον, καὶ λυχνίαν· καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς, καὶ ἐκκλινεῖ ἐκεῖ.
10我们可以为他在墙上盖一间小楼,在其中安放床榻、桌子、椅子、灯台,他来到我们这里,就可以住在其间。」
11Καὶ ἐγένετο ἡμέρα, καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον, καὶ ἐκοιμήθη ἐκεῖ.
11一日, 以利沙 来到那里,就进了那楼躺卧。
12Καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, κάλεσόν μοι τὴν Σωμανίτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
12以利沙 吩咐仆人 基哈西 说:「你叫这 书念 妇人来。」他就把妇人叫了来,妇人站在 以利沙 面前。
13Καὶ εἶπεν αὐτῷ, εἶπον δὴ πρὸς αὐτὴν, ἰδοὺ, ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην, τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα, ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν, ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.
13以利沙 吩咐仆人说:「你对她说:你既为我们费了许多心思,可以为你做什么呢?你向王或元帅有所求的没有?」她回答说:「我在我本乡安居无事。」
14Καὶ εἶπε πρὸς Γιεζὶ, τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ, καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ· καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.
14以利沙 对仆人 说:「究竟当为她做什么呢?」 基哈西 说:「她没有儿子,她丈夫也老了。」
15Καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.
15以利沙 说:「再叫她来。」于是叫了她来,她就站在门口。
16Καὶ εἶπεν Ἐλισαιὲ πρὸς αὐτήν, εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ, περιειληφυῖα υἱόν· ἡ δὲ εἶπε, μή κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου.
16以利沙 说:「明年到这时候,你必抱一个儿子。」她说:「神人,我主啊,不要那样欺哄婢女。」
17Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἑλισαιὲ.
17妇人果然怀孕,到了那时候,生了一个儿子,正如 以利沙 所说的。
18Καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,
18孩子渐渐长大,一日到他父亲和收割的人那里,
19καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ, τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ, ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.
19他对父亲说:「我的头啊,我的头啊!」他父亲对仆人说:「把他抱到他母亲那里。」
20Καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας, καὶ ἀπέθανε.
20仆人抱去,交给他母亲;孩子坐在母亲的膝上,到晌午就死了。
21Καὶ ἀνήνεγκεν αὐτὸν, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἀπέκλεισε κατʼ αὐτοῦ, καὶ ἐξῆλθε,
21他母亲抱他上了楼,将他放在神人的床上,关上 门 出来,
22καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς, και εἶπεν, ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπιστρέψω.
22呼叫她丈夫说:「你叫一个仆人给我牵一匹驴来,我要快快地去见神人,就回来。」
23Καὶ εἶπε, τι ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία, οὐδὲ σάββατον· ἡ δὲ εἶπεν, εἰρήνη.
23丈夫说:「今日不是月朔,也不是安息日,你为何要去见他呢?」妇人说:「平安无事。」
24Καὶ ἐπέσαξε τὴν ὄνον, καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς, ἄγε, πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς ὄρος τὸ Καρμήλιον.
24于是备上驴,对仆人说:「你快快赶着走,我若不吩咐你,就不要迟慢。」
25Καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος· καὶ ἐγένετο ὡς εἶδεν Ἑλισαιὲ ἐρχομένην αὐτὴν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, ἰδοὺ δὴ ἡ Σωμανίτις ἐκείνη.
25妇人就往 迦密山 去见神人。 神人远远地看见她,对仆人 基哈西 说:「看哪, 书念 的妇人来了!
26Νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς, καὶ ἐρεῖς, ἡ εἰρήνη σοι; ἡ εἰρήνη τῷ ἀνδρί σου; ἡ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν, εἰρήνη.
26你跑去迎接她,问她说:你平安吗?你丈夫平安吗?孩子平安吗?」她说:「平安。」
27Καὶ ἦλθε πρὸς Ἑλισαιὲ εἰς τὸ ὄρος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγιζε Γιεζὶ ἀπώσασθαι αὐτήν. καὶ εἶπεν Ἑλισαιὲ, ἄφες αὐτὴν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπʼ ἐμοῦ καὶ σοῦ καὶ οὐκ ἀνήγγειλέ μοι.
27妇人上了山,到神人那里,就抱住神人的脚。 基哈西 前来要推开她,神人说:「由她吧!因为她心里愁苦,耶和华向我隐瞒,没有指示我。」
28Ἡ δὲ εἶπε, μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; ὅτι οὐκ εἶπα, οὐ πλανήσεις μετʼ ἐμοῦ;
28妇人说:「我何尝向我主求过儿子呢?我岂没有说过,不要欺哄我吗?」
29Καὶ εἶπεν Ἐλισαιὲ τῷ Γιεζί, ζῶσαι τὴν ὀσθύν σου, καὶ λάβε τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου, καὶ δεῦρο, ὅτι ἐὰν εὕρῃς ἄνδρα οὐκ εὐλογήσεις αὐτὸν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνὴρ οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.
29以利沙 吩咐 基哈西 说:「你束上腰,手拿我的杖前去;若遇见人,不要向他问安;人若向你问安,也不要回答;要把我的杖放在孩子脸上。」
30Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.
30孩子的母亲说:「我指着永生的耶和华,又敢在你面前起誓,我必不离开你。」于是 以利沙 起身,随着她去了。
31Καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς, καὶ ἀπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου· καὶ οὐκ ἦν φωνὴ καὶ οὖκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἀπήγγειλεν αὐτῷ, λέγων, οὐκ ἠγέρθη τὸ παιδάριον.
31基哈西 先去,把杖放在孩子脸上,却没有声音,也没有动静。 基哈西 就迎着 以利沙 回来,告诉他说:「孩子还没有醒过来。」
32Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκός κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ·
32以利沙 来到,进了屋子,看见孩子死了,放在自己的床上。
33Καὶ εἰσῆλθεν Ἑλισαιὲ εἰς τὸν οἶκον, καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον.
33他就关上门,只有自己和孩子在里面,他便祈祷耶和华,
34Καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον· καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ· καὶ διέκαμψεν ἐπʼ αὐτὸν, καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.
34上床伏在孩子身上,口对口,眼对眼,手对手;既伏在孩子身上,孩子的身体就渐渐温和了。
35Καὶ ἐπέστρεψε, καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν· καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις· καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.
35然后他下来,在屋里来往走了一趟,又上去伏在孩子身上,孩子打了七个喷嚏,就睁开眼睛了。
36Καὶ ἐξεβόησεν Ἑλισαιὲ πρὸς Γιεζὶ, καὶ εἶπε, κάλεσον τὴν Σωμανίτην ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν· καὶ εἶπεν Ἑλισαιὲ, λάβε τὸν υἱόν σου.
36以利沙 叫 基哈西 说:「你叫这 书念 妇人来」;于是叫了她来。 以利沙 说:「将你儿子抱起来。」
37Καὶ εἰσῆλθεν ἡ γυνὴ, καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν· καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς, καὶ ἐξῆλθε.
37妇人就进来,在 以利沙 脚前俯伏于地,抱起她儿子出去了。
38Καὶ Ἑλισαιὲ ἐπέστρεψεν εἰς Γάλγαλα· καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ· καὶ εἶπεν Ἑλισαιὲ τῷ παιδαρίῳ αὐτοῦ, ἐπίστησον τὸν λέβητα τὸν μέγαν, καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.
38以利沙 又来到 吉甲 ,那地正有饥荒。先知门徒坐在他面前,他吩咐仆人说:「你将大锅放在火上,给先知门徒熬汤。」
39Καὶ ἐξῆλθεν εἰς τὸν ἀγρὸν συλλέξαι ἀριώθ· καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ, καὶ συνέλεξεν ἀπʼ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν, καὶ ἐνέχει τοῖς ἀνδράσι φαγεῖν·
39有一个人去到田野掐菜,遇见一棵野瓜藤,就摘了一兜野瓜回来,切了搁在熬汤的锅中,因为他们不知道是什么东西;
40καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος, καὶ ἰδοὺ ἀνεβόησαν, καὶ εἶπαν, θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ Θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.
40倒出来给众人吃,吃的时候,都喊叫说:「神人哪,锅中有致死的毒物!」所以众人不能吃了。
41Καὶ εἶπε, λάβετε ἅλευρον, καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἑλισαιὲ πρὸς Γιεζὶ τὸ παιδάριον, ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἐκεῖ ἔτι ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.
41以利沙 说:「拿点面来」,就把面撒在锅中,说:「倒出来,给众人吃吧!」锅中就没有毒了。
42Καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθαρισὰ, καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας· καὶ εἶπε, δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.
42有一个人从 巴力·沙利沙 来,带着初熟大麦做的饼二十个,并新穗子,装在口袋里送给神人。神人说:「把这些给众人吃。」
43Καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ, τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπε, δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει Κύριος, φάγονται καὶ καταλείψουσι.
43仆人说:「这一点岂可摆给一百人吃呢?」 以利沙 说:「你只管给众人吃吧!因为耶和华如此说,众人必吃了,还剩下。」
44Καὶ ἔφαγον καὶ κατέλιπον, κατὰ τὸ ῥῆμα Κυρίου.
44仆人就摆在众人面前,他们吃了,果然还剩下,正如耶和华所说的。
Tip: use the ← and → keys to turn chapters.