ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β
Chapter 19
Septuagint (Brenton Gree…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 19

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ ἐπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ.
1ユダの王ヨシャファテは、無事にエルサレムの宮殿へ帰った。
2Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰηοὺ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης, καὶ εἶπεν αὐτῷ, βασιλεὺς Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς, ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου.
2先見者ハナニの子イエフが彼を迎えに出て行き、ヨシャファテ王に言った。「あなたは悪者を助け、主を憎む者たちを愛してよいのでしょうか。そのため、主の怒りがあなたの上にあります。
3Ὅτι ἀλλʼ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοὶ, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον.
3それでも、あなたには良いことが見いだされています。あなたはアシェラ像をこの地から取り除き、神を尋ね求めることに心を定めたからです。」
4Καὶ κατῴκησεν Ἰωσαφὰτ εἰς Ἱερουσαλήμ· καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεὲ ἕως ὄρους Ἐφραὶμ, καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον Θεὸν τῶν πάτερων αὐτῶν.
4ヨシャファテはエルサレムに住んだ。彼は再びベエル・シェバからエフライムの山地まで民の間を巡り歩き、彼らを父祖の神、主に立ち返らせた。
5Καὶ κατέστησε τοὺς κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς, ἐν πόλει καὶ πόλει.
5彼はユダのすべての防備の町々に、町ごとに裁判官たちを任命し、
6Καὶ εἶπε τοῖς κριταῖς, ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλʼ ἢ τῷ Κυρίῳ, καὶ μεθʼ ὑμῶν λόγοι τῆς κρίσεως.
6裁判官たちに言った。「あなたがたのすることに注意しなさい。あなたがたは人のためではなく、主のために裁くからです。裁きを行うとき、主があなたがたとともにおられます。
7Καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφʼ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσατε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ἡμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον, οὐδὲ λαβεῖν δῶρα.
7だから今、主を恐れ、注意深く行いなさい。わたしたちの神、主には不義がなく、えこひいきも、賄賂を取ることもないからです。」
8Καί γε ἐν Ἱερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου, καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ.
8さらにエルサレムで、ヨシャファテはレビ人、祭司、およびイスラエルの父祖の家の長たちの一部を、主に関わる裁判と民の争いを裁かせた。彼らはエルサレムに帰った。
9Καὶ ἐνετείλατο πρὸς αὐτοὺς, λέγων, οὕτω ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ, καὶ ἐν πλήρει καρδίᾳ·
9彼は彼らに命じて言った。「あなたがたは主を恐れ、忠実に、全き心をもってこのように行わなければならない。
10Πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφʼ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον τοῦ προστάγματος καὶ ἐντολῆς, καὶ δικαιώματα καὶ κρίματα, καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ὀργὴ ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε.
10町々に住むあなたがたの兄弟たちから、血と血、律法と命令、掟と定めに関する争い事があなたがたのところに持ち込まれるたびに、彼らが主に対して罪ある者となり、御怒りがあなたがたと兄弟たちの上に下ることのないように、彼らを戒めなければならない。このように行えば、あなたがたは罪ある者とはならない。
11Καὶ ἰδοὺ Ἀμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφʼ ὑμᾶς εἰς πάντα λόγον Κυρίου, καὶ Ζαβδίας υἱὸς Ἰσμαὴλ ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πάντα λόγον βασιλέως, καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.
11見よ。主のすべての事柄については祭司長アマルヤがあなたがたの上にあり、王のすべての事柄についてはユダの家の支配者であるイシュマエルの子ゼバデヤが上にいる。また、レビ人たちはあなたがたの前で役人となる。勇気を出して行いなさい。主が正しい者とともにおられるように。」

Tip: use the ← and → keys to turn chapters.