ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 15
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ Ἀζαρίας υἱὸς Ὡδὴδ, ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου.
1神の霊がオデドの子アザルヤに臨んだ。
2Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδα καὶ Βενιαμὶν, καὶ εἶπεν, ἀκούσατέ μου Ἀσὰ, καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν· Κύριος μεθʼ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετʼ αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτὸν εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλείπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς.
2彼はアサを迎えに出て行って、彼に言った。「アサ、そしてユダとベニヤミンのすべての人々よ、わたしに聞きなさい。あなたがたが主とともにいる間、主はあなたがたとともにおられる。もしあなたがたが主を尋ね求めるなら、あなたがたは主を見いだす。しかし、もしあなたがたが主を捨てるなら、主はあなたがたを捨てられる。
3Καὶ ἡμέραι πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ Θεῷ ἀληθινῷ, καὶ οὐχ ἱερέως ὑποδεικνῦντος, καὶ ἐν οὐ νόμῳ.
3さて長い間、イスラエルにはまことの神がなく、教える祭司もなく、律法もなかった。
4Καὶ ἐπιστρέψει αὐτοὺς ἐπὶ Κύριον Θεὸν Ἰσραὴλ, καὶ εὑρεθήσεται αὐτοῖς.
4しかし、彼らが苦しみの中でイスラエルの神、主に立ち返り、主を尋ね求めたとき、彼らは主を見いだした。
5Καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ, ὅτι ἔκστασις Κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὰς χώρας.
5その時代には、出て行く者にも入って来る者にも平安はなく、すべての地の住民に大きな騒乱があった。
6Καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ Θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει.
6神があらゆる苦難をもって彼らを悩まされたため、彼らは打ち砕かれ、国は国に、町は町に逆らった。
7Καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστι μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.
7しかし、あなたがたは強くありなさい。手を垂れてはならない。あなたがたの働きには報いがあるからだ。」
8Καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Ἀδὰδ τοῦ προφήτου, καὶ κατίσχυσε καὶ ἐξέβαλε τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ἰούδα καὶ Βενιαμὶν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν Ἱεροβοὰμ ἐν ὄρει Ἐφραὶμ, καὶ ἐνεκαίνισε τὸ θυσιαστήριον Κυρίου, ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ Κυρίου.
8アサはこれらの言葉と預言者オデドの預言を聞くと、勇気を出して、ユダとベニヤミンの全地、および彼がエフライムの山地から奪い取った町々から忌まわしいものを取り除き、主の玄関の前にあった主の祭壇を新しくした。
9Καὶ ἐξεκκλησίασε τὸν Ἰούδαν καὶ Βενιαμὶν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετʼ αὐτοῦ ἀπὸ Ἐφραὶμ καὶ ἀπὸ Μανασσῆ καὶ ἀπὸ Συμεὼν, ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ἰσραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς, ὅτι Κύριος ὁ Θεὸς αὐτοῦ μετʼ αὐτοῦ.
9彼はユダとベニヤミンのすべての人々、およびエフライム、マナセ、シメオンから来て彼らとともに住んでいた者たちを集めた。アサの神、主が彼とともにおられるのを見て、イスラエルから彼のもとに多くの者がやって来たからである。
10Καὶ συνήχθησαν εἰς Ἱερουσαλὴμ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ ἔτει τῷ πεντεκαιδεκάτῳ τῆς βασιλείας Ἀσά.
10こうして彼らは、アサの治世の第十五年の第三の月に、エルサレムに集まった。
11Καὶ ἔθυσε τῷ Κυρίῳ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν σκύλων ὧν ἤνεγκαν, μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια.
11その日、彼らは自分たちが持って来た戦利品の中から、牛七百頭と羊七千匹を主にいけにえとしてささげた。
12Καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι Κύριον Θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτῶν.
12彼らは、心を尽くし魂を尽くして、彼らの父祖の神、主を尋ね求めるという契約を結んだ。
13Καὶ πᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ τὸν Κύριον Θεὸν τοῦ Ἰσραὴλ, ἀποθανεῖται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός.
13そして、小さい者も大きい者も、男も女も、イスラエルの神、主を尋ね求めない者はみな死刑に処されることになった。
14Καὶ ὤμοσαν ἐν Κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξι καὶ ἐν κερατίναις.
14彼らは大声で叫び、ラッパと角笛を鳴らして、主に誓った。
15Καὶ εὐφράνθησαν πᾶς Ἰούδα περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν, καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτὸν· καὶ εὑρέθη αὐτοῖς, καὶ κατέπαυσε Κύριος αὐτοῖς κυκλόθεν.
15全ユダはこの誓いのゆえに喜んだ。彼らが全き心をもって誓い、心から主を尋ね求めたので、彼らは主を見いだし、主は周囲に彼らのための安息を与えられたからである。
16Καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησε τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν, καὶ κατέκοψε τὸ εἴδωλον, καὶ κατέκαυσεν ἐν χειμάῤῥῳ Κέδρων.
16また、アサ王の母マアカについても、彼女がアシェラのための忌まわしい像を造っていたので、彼は彼女を母后の座から退けた。アサは彼女の像を切り倒し、それを粉々に砕き、キデロン川で焼いた。
17Πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλʼ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.
17しかし、高き所はイスラエルから取り除かれなかった。それでもアサの心はその一生の間、全きものであった。
18Καὶ εἰσήνεγκε τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ τὰ ἅγια οἴκου τοῦ Θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη.
18彼はその父が聖別したものと、彼自身が聖別したもの、すなわち銀、金、および器を神の家に運び入れた。
19Καὶ πόλεμος οὖκ ἦν μετʼ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ἀσά.
19アサの治世の第三十五年まで、もはや戦いはなかった。
Tip: use the ← and → keys to turn chapters.