ΒΑΣΙΛΕΙΩΝ Α 3
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.
1童子 撒母耳 在 以利 面前事奉耶和华。当那些日子,耶和华的言语稀少,不常有默示。
2Καὶ ἐγένετο ἐν τῇ ἡμέρα ἐκείνῃ, καὶ Ἡλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν.
2一日, 以利 睡卧在自己的地方;他眼目昏花,看不分明。
3Καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ.
3神的灯在 神耶和华殿内 约 柜那里,还没有熄灭, 撒母耳 已经睡了。
4Καὶ ἐκάλεσε Κύριος, Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν, ἰδοὺ ἐγώ.
4耶和华呼唤 撒母耳 。 撒母耳 说:「我在这里!」
5Καὶ ἔδραμε πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε.
5就跑到 以利 那里,说:「你呼唤我?我在这里。」 以利 回答说:「我没有呼唤你,你去睡吧。」他就去睡了。
6Καὶ προσέθετο Κύριος, καὶ ἐκάλεσε, Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε.
6耶和华又呼唤 撒母耳 。 撒母耳 起来,到 以利 那里,说:「你呼唤我?我在这里。」 以利 回答说:「我的儿,我没有呼唤你,你去睡吧。」
7Καὶ Σαμουὴλ πρὶν γνῶναι Θεὸν, καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα Κυρίου.
7那时 撒母耳 还未认识耶和华,也未得耶和华的默示。
8Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον.
8耶和华第三次呼唤 撒母耳 。 撒母耳 起来,到 以利 那里,说:「你又呼唤我?我在这里。」 以利 才明白是耶和华呼唤童子。
9Καὶ εἶπεν, ἀνάστρεφε, κάθευδε τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου· καὶ ἐπορεύθη Σαμουὴλ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.
9因此 以利 对 撒母耳 说:「你仍去睡吧;若再呼唤你,你就说:『耶和华啊,请说,仆人敬听!』」 撒母耳 就去,仍睡在原处。
10Καὶ ἦλθε Κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπε Σαμουὴλ, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.
10耶和华又来站着,像前三次呼唤说:「 撒母耳 啊! 撒母耳 啊!」 撒母耳 回答说:「请说,仆人敬听!」
11Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραὴλ, παντὸς ἀκούοντος αὐτὰ, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.
11耶和华对 撒母耳 说:「我在 以色列 中必行一件事,叫听见的人都必耳鸣。
12Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.
12我指着 以利 家所说的话,到了时候,我必始终应验在 以利 身上。
13Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς.
13我曾告诉他必永远降罚与他的家,因他知道儿子作孽,自招咒诅,却不禁止他们。
14Καὶ οὐδʼ οὕτως· ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ, ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.
14所以我向 以利 家起誓说:『 以利 家的罪孽,虽献祭奉礼物,永不能得赎去。』」
15Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ, καὶ ὤρθρισε τοπρωῒ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν.
15撒母耳 睡到天亮,就开了耶和华的殿门,不敢将默示告诉 以利 。
16Καὶ εἶπεν Ἡλὶ πρὸς Σαμουὴλ, Σαμουὴλ τέκνον· καὶ εἶπεν, ἰδοὺ ἐγώ.
16以利 呼唤 撒母耳 说:「我儿 撒母耳 啊!」 撒母耳 回答说:「我在这里!」
17Καὶ εἶπε, τί τὸ ῥήμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρήψῃς ἀπʼ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου.
17以利 说:「 耶和华 对你说什么,你不要向我隐瞒;你若将 神对你所说的隐瞒一句,愿他重重地降罚与你。」
18Καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπʼ αὐτοῦ· καὶ εἶπεν Ἡλὶ, Κύριος αὐτὸς, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.
18撒母耳 就把一切话都告诉了 以利 ,并没有隐瞒。 以利 说:「这是出于耶和华,愿他凭自己的意旨而行。」
19Καὶ ἐμεγαλύνθη Σαμουὴλ, καὶ ἦν Κύριος μετʼ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.
19撒母耳 长大了,耶和华与他同在,使他所说的话一句都不落空。
20Καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὅτι πιστὸς Σαμονὴλ εἰς προφήτην τῷ Κυρίῳ.
20从 但 到 别是巴 所有的 以色列 人都知道耶和华立 撒母耳 为先知。
21Καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλὼμε, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπʼ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων· καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορεύομενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.
21耶和华又在 示罗 显现;因为耶和华将自己的话默示 撒母耳 , 撒母耳 就把这话传遍 以色列 地。
Tip: use the ← and → keys to turn chapters.