ヨハネ 12
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament, word by word (STEPBible TAGNT)
1過越の祭りの六日前、イエスはベタニアに来られた。そこには、死んでいたのをイエスが死者の中からよみがえらせたラザロがいた。
1Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
2人々はそこでイエスのために夕食を用意した。マルタが給仕し、ラザロはイエスとともに食卓に着いている人々の一人であった。
2ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ.
3そこでマリアは、非常に高価な純粋なナルドの香油一ローマ・ポンドを取り、イエスの足に塗り、自分の髪でその足をぬぐった。家は香油の香りでいっぱいになった。
3ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
4すると、弟子の一人で、イエスを裏切ろうとしていたシモンの子ユダ・イスカリオテが言った。
4λέγει δὲ Ἰούδας Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι·
5「なぜこの香油を三百デナリで売って、貧しい人々に施さなかったのか。」
5διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
6彼がこう言ったのは、貧しい人々を心にかけていたからではなく、彼が盗人だったからである。彼は金入れを預かり、その中に入れられたものを盗んでいた。
6εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.¶
7しかしイエスは言われた。 「彼女をそのままにしておきなさい。彼女は私の埋葬の日のために、これを取っておいたのです。
7Εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·
8貧しい人々はいつもあなたがたとともにいますが、私はいつもあなたがたとともにいるわけではありません。」
8τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.¶
9さて、大勢のユダヤ人が、イエスがそこにおられることを知ってやって来た。イエスのためだけではなく、イエスが死者の中からよみがえらせたラザロを見るためでもあった。
9Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
10ところが祭司長たちは、ラザロも殺そうと相談した。
10ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,
11ラザロのために、多くのユダヤ人が去ってイエスを信じたからである。
11ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.¶
12翌日、祭りに来ていた大勢の群衆は、イエスがエルサレムに来られると聞いて、
12Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
13なつめやしの枝を手に取り、イエスを迎えに出て叫んだ。「ホサナ。主の名によって来られる方、イスラエルの王は幸いである。」
13ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου ὁ βασιλεὺς τοῦ Ἰσραήλ.¶
14イエスは一頭の若いろばを見つけ、それに乗られた。こう書かれているとおりである。
14Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό, καθώς ἐστιν γεγραμμένον·
15「シオンの娘よ、恐れてはならない。見よ、あなたの王が、ろばの子に乗って来られる。」
15μὴ φοβοῦ θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου.
16弟子たちは初め、これらのことを理解しなかった。しかし、イエスが栄光を受けられた時、これらのことがイエスについて書かれていたこと、また人々がイエスにこのようにしたことを思い出した。
16ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ᾽ ὅτε ἐδοξάσθη Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.¶
17イエスがラザロを墓から呼び出し、死者の中からよみがえらせた時に一緒にいた群衆は、そのことをあかししていた。
17Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18群衆がイエスを迎えに出たのも、イエスがこのしるしを行われたと聞いたからである。
18διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.¶
19そこでパリサイ人たちは互いに言った。「見なさい。何をしても無駄だ。見よ、世全体が彼について行った。」
19Οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.¶
20さて、祭りで礼拝するために上って来た人々の中に、何人かのギリシャ人がいた。
20Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ.
21彼らはガリラヤのベツサイダ出身のフィリポのところへ来て、「先生、イエスにお会いしたいのです」と頼んだ。
21οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
22フィリポはアンデレのところへ行って伝えた。それからアンデレとフィリポはイエスのところへ行って伝えた。
22ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, Ἀνδρέας καὶ Φίλιππος λέγουσιν τῷ Ἰησοῦ.
23イエスは彼らに答えられた。 「人の子が栄光を受ける時が来ました。
23ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24まことに、まことに、あなたがたに告げます。一粒の麦が地に落ちて死ななければ、それはただ一粒のままです。しかし、死ぬなら、多くの実を結びます。
24ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
25自分の命を愛する者は、それを失います。この世で自分の命を憎む者は、それを保って永遠の命に至ります。
25ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.¶
26私に仕える者は、私に従いなさい。私がいる所に、私に仕える者もいます。だれでも私に仕えるなら、父はその人を重んじてくださいます。
26Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.¶
27今、私の心は騒いでいます。私は何と言えばよいのでしょう。『父よ、この時から私を救ってください』と言うべきでしょうか。しかし、私はこのために、この時に来たのです。
27Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.
28父よ、あなたの御名の栄光を現してください。」 すると天から、「私はすでに御名の栄光を現した。再び現す」という声がした。
28πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
29そばに立っていてその声を聞いた群衆は、「雷が鳴ったのだ」と言った。ほかの者たちは「御使いがイエスに話しかけたのだ」と言った。
29ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι. ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν.¶
30イエスは答えられた。 「この声がしたのは、私のためではなく、あなたがたのためです。
30Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι᾽ ὑμᾶς.
31今、この世が裁かれます。今、この世の支配者が追い出されます。
31νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,
32そして私は、地から上げられる時、すべての人を自分のもとに引き寄せます。」
32κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
33イエスは、ご自分がどのような死に方で死ぬかを示すために、こう言われたのである。
33τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.¶
34群衆はイエスに答えた。「私たちは、キリストは永遠にとどまると律法から聞いている。それなのに、どうしてあなたは 『人の子は上げられなければならない』 と言うのか。その人の子とはだれなのか。」
34Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;¶
35そこでイエスは彼らに言われた。 「光はもうしばらく、あなたがたとともにあります。闇に追いつかれないよう、光がある間に歩きなさい。闇の中を歩く者は、自分がどこへ行くのか分かりません。
35Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
36光がある間に光を信じ、光の子どもとなりなさい。」 イエスはこう言うと、立ち去って彼らから身を隠された。
36ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν.¶
37イエスが彼らの前でこれほど多くのしるしを行われたのに、彼らはイエスを信じなかった。
37Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,
38それは、預言者イザヤが語った言葉が実現するためであった。 「主よ、だれがわれわれの知らせを信じたのか。 主の御腕はだれに現されたのか。」
38ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;
39彼らが信じることができなかったのは、イザヤがさらにこう言っているからである。
39διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας·
40「神は彼らの目を見えなくし、彼らの心をかたくなにされた。 それは、彼らが目で見ることも、 心で悟ることも、 立ち返ることもなく、 私が彼らを癒やすこともないためである。」
40τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς.¶
41イザヤがこれらのことを言ったのは、イエスの栄光を見て、イエスについて語ったからである。
41Ταῦτα εἶπεν Ἠσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ.
42それでも、指導者たちの中でさえ多くの者がイエスを信じた。しかし、会堂から追放されないように、パリサイ人たちを恐れて告白しなかった。
42ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται.
43彼らは神からの称賛よりも、人からの称賛を愛したからである。
43ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.¶
44イエスは大声で言われた。 「私を信じる者は、私だけでなく、私を遣わされた方を信じるのです。
44Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾽ εἰς τὸν πέμψαντά με·
45私を見る者は、私を遣わされた方を見ます。
45καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.
46私は光として世に来ました。それは、私を信じる者がだれも闇の中にとどまらないためです。
46ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
47だれかが私の言葉を聞いて信じなくても、私はその人を裁きません。私は世を裁くためではなく、世を救うために来たからです。
47καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.
48私を拒み、私の言葉を受け入れない者には、その人を裁くものがあります。私が語った言葉が、終わりの日にその人を裁きます。
48ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
49私は自分から語ったのではありません。私を遣わされた父が、何を言い、何を語るべきかを私に命じられました。
49ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.
50私は、父の命令が永遠の命であることを知っています。ですから私は、父が私に言われたとおりに語るのです。」
50καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.¶
Tip: use the ← and → keys to turn chapters.