士師記
Chapter 16
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1サムソンはガザへ行き、そこで一人の遊女を見て、彼女のところに入った。
1ΚΑΙ ἐπορεύθη Σαμψὼν εἰς Γάζαν· καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθε πρὸς αὐτήν.
2ガザの人々は、「サムソンが来ている」と知らされた。彼らは彼を取り囲み、町の門で一晩中待ち伏せした。夜通し息を潜め、「夜が明けたら殺そう」と言っていた。
2καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες· ἥκει Σαμψὼν ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ᾿ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες· ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν.
3サムソンは真夜中まで横になっていた。真夜中に起きると、町の門の扉と二本の門柱を横木ごと引き抜き、肩に担いで、ヘブロンに面する山の頂まで運び上げた。
3καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάσταζεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου τοῦ Χεβρὼν καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.
4その後、彼はソレクの谷にいるデリラという名の女を愛するようになった。
4Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησε γυναῖκα ἐν Ἀλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλιδά.
5ペリシテ人の君主たちが彼女のところに上って来て、彼女に言った。「彼を誘惑し、彼の大きな力がどこにあるのか、またどうすれば私たちが彼に勝てるのかを見極めなさい。そうすれば、私たちは彼を縛って苦しめることができる。私たちはそれぞれ、あなたに銀千百枚を与えよう。」
5καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ· ἀπάτησον αὐτόν, καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.
6デリラはサムソンに言った。「どうか教えてください。あなたの大きな力はどこにあるのですか。何で縛れば、あなたを苦しめることができますか。」
6καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε.
7サムソンは彼女に言った。「もし乾かしたことのない七本の新しい弓弦で私を縛るなら、私は弱くなり、他の人のようになるだろう。」
7καὶ εἶπε πρὸς αὐτὴν Σαμψών· ἐὰν δήσωσί με ἐν ἑπτὰ νευραῖς ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
8そこでペリシテ人の君主たちは、乾かしたことのない七本の新しい弓弦を彼女のところに持って上り、彼女はそれで彼を縛った。
8καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς·
9そのとき、彼女は奥の部屋に伏兵を待機させていた。彼女は彼に言った。「ペリシテ人があなたに向かって来ています、サムソン!」彼は火に触れた麻糸が切れるように弓弦を切った。こうして彼の力の秘密は知られなかった。
9καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν αὐτῷ· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασε τὰς νευράς, ὡς εἴ τις ἀποσπάσοι στρέμμα στυπίου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.
10デリラはサムソンに言った。「あなたは私をからかい、うそをつきました。今度こそ、何で縛ればよいのか教えてください。」
10καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ.
11彼は彼女に言った。「もし仕事に使ったことのない新しい綱で私を縛るなら、私は弱くなり、他の人のようになるだろう。」
11καὶ εἶπε πρὸς αὐτήν· ἐὰν δεσμεύοντες δήσωσί με ἐν καλωδίοις καινοῖς, οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.
12そこでデリラは新しい綱を取り、それで彼を縛って、彼に言った。「ペリシテ人があなたに向かって来ています、サムソン!」伏兵は奥の部屋で待機していた。彼は腕からそれを糸のように切った。
12καὶ ἔλαβε Δαλιδὰ καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς· καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου· καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡσεὶ σπαρτίον.
13デリラはサムソンに言った。「今まであなたは私をからかい、うそをつきました。あなたを縛るには何で縛ればよいのか教えてください。」彼は彼女に言った。「もし私の頭の七つの髪の房を機織りの縦糸とともに織り込むなら。」
13καὶ εἶπε Δαλιδὰ πρὸς Σαμψών· ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· ἀνάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπε πρὸς αὐτήν· ἐὰν ὑφάνης τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής.
14彼女はそれを留め釘で固定し、彼に言った。「ペリシテ人があなたに向かって来ています、サムソン!」彼は眠りから目を覚まし、機織り機の留め釘と縦糸を引き抜いた。
14καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβε Δαλιδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξε τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ ἐξυπνίσθη ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῇρε τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου.
15彼女は言った。「心が私とともにないのに、どうして『愛している』と言えるのですか。あなたは三度も私を欺き、大きな力がどこにあるのか教えてくれませんでした。」
15καὶ εἶπε πρὸς Σαμψὼν Δαλιδά· πῶς λέγεις, ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ᾿ ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.
16彼女が毎日言葉で迫り、しつこく責め立てたので、サムソンは死ぬほど苦しんだ。
16καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν·
17彼はついに心のすべてを打ち明けた。「私の頭には一度もかみそりが当てられたことがない。私は母の胎にいる時から神にささげられたナジル人だからだ。髪を剃られれば、力は私から去り、弱くなって普通の人のようになる。」
17καὶ ἀνήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ· σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος Θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου· ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπ᾿ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι.
18デリラは彼が自分の心のすべてを打ち明けたのを見たとき、人を遣わしてペリシテ人の君主たちを呼び、「今度だけは上って来てください。彼は自分の心のすべてを私に打ち明けました」と言った。するとペリシテ人の君主たちは彼女のところに上って来て、手にその金を持って来た。
18καὶ εἶδε Δαλιδά, ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε καὶ ἐκάλεσε τοὺς ἄρχοντας τῶν ἀλλοφύλων, λέγουσα· ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν.
19彼女はサムソンを自分のひざで眠らせ、人を呼んで頭の七房の髪を剃らせた。こうして彼を苦しめ始めると、その力は彼から去った。
19καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς· καὶ ἐκάλεσεν ἄνδρα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾿ αὐτοῦ.
20彼女は言った。「サムソン、ペリシテ人が襲って来ました。」彼は眠りから覚め、「今までのように出て行って振り払おう」と思った。しかし、主が自分から離れられたことを知らなかった。
20καὶ εἶπε Δαλιδά· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ.
21ペリシテ人は彼を捕らえ、その目をえぐり出した。そして彼をガザへ連れて下り、青銅の足かせで彼を縛った。彼は牢獄で臼をひいていた。
21καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου.
22しかし、彼の頭の髪は剃られた後、再び伸び始めた。
22Καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν, καθὼς ἐξυρήσατο.
23ペリシテ人の君主たちは、自分たちの神ダゴンに大いなるいけにえをささげ、喜ぶためにともに集まった。彼らは、「私たちの神が、私たちの敵サムソンを私たちの手に渡された」と言ったからである。
23καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θυσιάσαι θυσίασμα μέγα τῷ Δαγὼν θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν· ἔδωκεν ὁ Θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν.
24民はサムソンを見ると、自分たちの神をほめたたえて言った。「私たちの神が、敵を手に渡した。私たちの国を荒らし、多くの者を殺した男を。」
24καὶ εἶδον αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν, ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν, καὶ ὃς ἐπλήθυνε τοὺς τραυματίας ἡμῶν.
25彼らの心が陽気になったとき、彼らは言った。「サムソンを呼べ。彼に私たちを楽しませよう。」彼らは牢獄からサムソンを呼び出し、彼は彼らの前で見せ物にされた。彼らは彼を柱の間に立たせた。
25καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν· καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἐξ οἴκου δεσμωτηρίου, και ἔπαιζεν ἐνώπιον αὐτῶν, καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων.
26サムソンは彼の手を引いていた若者に言った。「この家を支えている柱に触らせてくれ。私がそれに寄りかかるためだ。」
26καὶ εἶπε Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ· ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας, ἐφ᾿ οἷς ὁ οἶκος ἐπ᾿ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ᾿ αὐτούς.
27その家は男女で満ちており、ペリシテ人のすべての君主たちがそこにいた。屋根の上には約三千人の男女がいて、サムソンが見せ物にされているのを見ていた。
27καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παγνίαις Σαμψών.
28サムソンは主に叫んだ。「主なる神よ、どうか私を覚えてください。神よ、どうかこの一度だけ私を強め、私の二つの目のために、ペリシテ人に一度の復讐をさせてください。」
28καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν· Ἀδωναϊὲ Κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, Θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.
29サムソンはその家を支えている中央の二本の柱をつかみ、一本には右手で、もう一本には左手で寄りかかった。
29καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου, ἐφ᾿ οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ᾿ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ.
30サムソンは言った。「ペリシテ人とともに死のう。」そして力を尽くして身をかがめると、神殿は君主たちと、その中にいたすべての民の上に崩れ落ちた。彼が死ぬ時に殺した者は、生きている間に殺した者より多かった。
30καὶ εἶπε Σαμψών· ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες, οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.
31それから彼の兄弟たちと彼の父の全家が下って来て、彼を引き取り、連れ上って、ツォルアとエシュタオルとの間にある彼の父マノアの墓に彼を葬った。彼は二十年の間イスラエルをさばいた。
31καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαὸλ ἐν τῷ τάφῳ Μανωὲ τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη.

Tip: use the ← and → keys to turn chapters.