士師記 14
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1サムソンはティムナへ下って行き、ティムナでペリシテ人の娘たちのうちの一人の女を見た。
1ΚΑΙ κατέβη Σαμψὼν εἰς Θαμναθὰ καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων.
2彼は上って来て、父と母に告げた。「ティムナでペリシテ人の娘を見ました。どうか、あの女を私の妻にしてください。」
2καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπε· γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιΐμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα.
3父と母は言った。「おまえの親族の娘たちにも、私たちの民全体にも女がいないのか。なぜ無割礼のペリシテ人から妻を迎えようとするのか。」サムソンは父に言った。「あの女を私の妻にしてください。彼女が私の目にかなっています。」
3καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ· μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ· ταύτην λάβε μοι, ὅτι αὔτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου.
4父と母は、これが主から出たことであるとは知らなかった。主はペリシテ人に立ち向かう機会を求めておられた。その頃、ペリシテ人がイスラエルを支配していた。
4καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ἰσραήλ.
5サムソンは父と母とともにティムナへ下り、ティムナのぶどう畑に来た。すると一頭の若い獅子がほえながら彼に向かって来た。
5καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθά. καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθά, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ·
6主の霊が激しく彼に臨み、彼は手に何も持っていなかったが、子やぎを引き裂くようにその獅子を引き裂いた。しかし彼は、自分がしたことを父にも母にも告げなかった。
6καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ συνέτριψεν αὐτόν, ὡσεὶ συντρίψει ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησε.
7彼は下って行ってその女と話し、彼女はサムソンの気に入った。
7καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών.
8しばらくして、彼女をめとるために戻る途中、サムソンは道をそれて獅子の死骸を見た。すると獅子の体の中に、蜂の群れと蜜があった。
8καὶ ὑπέστρεψε μεθ᾿ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι.
9彼はそれを手に取り、食べながら歩いて行った。彼は父と母のところに来て、彼らにそれを与え、彼らはそれを食べた。しかし彼は、その蜜を獅子の体から取ったことを彼らに告げなかった。
9καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀνήγγειλεν αὐτοῖς ὅτι ἀπὸ στόματος τοῦ λέοντος ἐξεῖλε τὸ μέλι.
10彼の父はその女のところへ下って行った。サムソンはそこで宴会を催した。若者たちはそのようにする習慣だったからである。
10καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψὼν πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι.
11彼らが彼を見たとき、三十人の仲間を連れて来て、彼とともにいさせた。
11καὶ ἐγένετο ὅτε εἶδον αὐτόν, καὶ ἔλαβον τριάκοντα κλητούς, καὶ ἦσαν μετ᾿ αὐτοῦ.
12サムソンは彼らに言った。「さあ、私があなたがたになぞなぞを出そう。もしこの宴会の七日間にそれを私に解き明かし、それを当てることができたなら、私はあなたがたに亜麻布の衣三十着と、着替えの衣三十着を与えよう。
12καὶ εἶπεν αὐτοῖς Σαμψών· πρόβλημα ὑμῖν προβάλλομαι· ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων·
13しかし、もし私に解き明かすことができないなら、あなたがたが私に亜麻布の衣三十着と、着替えの衣三十着を与えなければならない。」彼らは彼に言った。「あなたのなぞなぞを出しなさい。それを聞こう。」
13καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων· καὶ εἶπαν αὐτῷ· προβάλλου τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτό.
14彼は彼らに言った。 「食べる者から食べ物が出た。 強い者から甘いものが出た。」 彼らは三日の間、そのなぞなぞを解き明かすことができなかった。
14καὶ εἶπεν αὐτοῖς· τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ; καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπί τρεῖς ἡμέρας.
15七日目に、彼らはサムソンの妻に言った。「夫をそそのかして、謎の答えを聞き出せ。そうしなければ、おまえと父の家を火で焼く。私たちを貧しくするために招いたのか。」
15καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψών· ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε;
16サムソンの妻は彼の前で泣いて言った。「あなたは私を憎んでいて、愛してはいません。私の民に謎をかけながら、私には答えを教えてくれません。」彼は言った。「父にも母にも教えていないのに、どうしてあなたに教えられるのか。」
16καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν καὶ εἶπε· πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, οὐκ ἀπήγγειλάς μοι αὐτό· καὶ εἶπεν αὐτῇ Σαμψών· εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλω;
17彼女は彼らの宴会が続く七日間、彼の前で泣き続けた。七日目に彼女が彼に激しく迫ったので、彼は彼女に教えた。そして彼女はそのなぞなぞを彼女の民の子らに教えた。
17καὶ ἔκλαυσε πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτῷ· καὶ αὐτὴ ἀπήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς.
18七日目の日が沈む前に、その町の人々は彼に言った。「蜜よりも甘いものは何か。獅子よりも強いものは何か。」彼は彼らに言った。 「もしあなたがたが私の雌牛で耕していなかったなら、 私のなぞなぞを当てることはできなかっただろう。」
18καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον· τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψών· εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου.
19主の霊が激しく彼に臨み、彼はアシュケロンへ下って行って、彼らのうち三十人を打ち倒し、その分捕り品を取り、着替えの衣をなぞなぞを解き明かした者たちに与えた。彼の怒りは燃え上がり、彼は父の家に上って行った。
19καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. καὶ ὠργίσθη θυμῷ Σαμψὼν καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.
20しかしサムソンの妻は、彼の友人であった彼の仲間に与えられた。
20καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φίλων αὐτοῦ, ὧν ἐφιλίασεν.
Tip: use the ← and → keys to turn chapters.