ホセア書 2
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1あなたがたの兄弟たちに、『私の民よ!』 と言い、 姉妹たちに、『愛される者よ!』 と言え。
1ΚΑΙ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται. καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέθη αὐτοῖς· οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ Θεοῦ ζῶντος.
2あなたがたの母を責めよ! 責めよ。彼女は私の妻ではなく、 私も彼女の夫ではない。 彼女の顔から淫行を、 乳房の間から姦淫を取り除かせよ。
2καὶ συναχθήσονται υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ.
3そうでなければ、私は彼女の衣をはぎ、 生まれた日のように裸にする。 彼女を荒野のようにし、 乾いた地のようにして、 渇きによって死なせる。
3εἴπατε τῷ ἀδελφῷ ὑμῶν· λαός μου καὶ τῇ ἀδελφῇ ὑμῶν· ἠλεημένη.
4私はその子どもたちをあわれまない。 彼らは不貞の子どもたちだからだ。
4Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς. καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς,
5彼らの母は淫行を行い、 彼らを宿した女は恥をさらした。 彼女は言った。『私は愛人たちの後を追おう。 彼らは私にパンと水、 羊毛と亜麻、 油と飲み物を与えてくれる。』
5ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα γενέσεως αὐτῆς. καὶ θήσω αὐτὴν ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει·
6それゆえ見よ、 私は茨で彼女の道をふさぎ、 その前に壁を築く。 彼女は自分の道を見つけられなくなる。
6καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.
7彼女は愛人たちの後を追うが、 追いつくことはできない。 彼らを捜し求めるが、 見つけることはできない。 その時、彼女は言う。『最初の夫のもとへ帰ろう。 あのころは今より幸せだった。』
7ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῃ£σχυνεν ἡ τεκοῦσα αὐτά, ὅτι εἶπε· πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.
8穀物と新しいぶどう酒と油を彼女に与え、 銀と金を豊かにしたのが私であることを、彼女は知らなかった。 その銀と金は、バアルのために用いられた。
8διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι καὶ ἀνοικοδομήσω τὰς ὁδούς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·
9それゆえ私は、その時が来れば穀物を、 その季節になれば新しいぶどう酒を取り戻す。 また、彼女の裸を覆うはずであった私の羊毛と亜麻を取り上げる。
9καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ· πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν.
10今、私は彼女の愛人たちの目の前で、 彼女のみだらな姿をあらわにする。 だれも彼女を私の手から救い出せない。
10καὶ αὐτὴ οὐκ ἔγων ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βάαλ.
11私は彼女の喜びをすべて絶つ。 祭り、新月祭、安息日、すべての例祭を。
11διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ᾿ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς.
12私は彼女のぶどうの木といちじくの木を荒れ果てさせる。 彼女はそれらについて、『これは愛人たちが私にくれた報酬だ』と言った。 私はそれらを森に変え、 野の獣が食べるようにする。
12καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου.
13私は、彼女がバアルたちに香をたいた日々の責任を問う。 彼女は耳輪と宝石で身を飾り、 愛人たちの後を追い、 私を忘れた」 と主は言われる。
13καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς.
14「それゆえ見よ、私は彼女を誘い、 荒野へ連れて行き、 その心に優しく語りかける。
14καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τάς συκᾶς αὐτῆς, ὅσα εἶπε· μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς.
15私はそこから彼女にぶどう畑を与え、 アコルの谷を希望の扉として与える。 彼女はそこで応える。 若かった日のように、 エジプトの地から上って来た日のように。
15καὶ ἐκδικήσω ἐπ᾿ αὐτὴν τὰς ἡμέρας τῶν Βααλείμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καθόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος.
16その日には」と主は言われる。 「あなたは私を『私の夫』と呼び、 もはや『私の主人』とは呼ばない。
16Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν ὡς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς
17私はバアルたちの名を彼女の口から取り除く。 その名が再び口にされることはない。
17καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς, καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.
18その日、私は彼らのために、野の獣、 空の鳥、 地を這うものと契約を結ぶ。 私は弓と剣と戦いを地から断ち、 彼らを安らかに伏させる。
18καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, καλέσει με· ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλείμ·
19私はあなたを永遠に妻として迎える。 義と公正と慈しみとあわれみをもって、あなたを妻として迎える。
19καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς καὶ οὐ μὴ μνησθῶσιν οὐκ ἔτι τὰ ὀνόματα αὐτῶν.
20誠実をもって、あなたを妻として迎える。 あなたは主を知る。
20καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον καὶ ρομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς καὶ κατοικιῶ σε ἐπ᾿ ἐλπίδι.
21その日、私は応える」と主は言われる。 「私は天に応え、 天は地に応える。
21καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα καὶ μνηστεύσομαί σε ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς
22地は穀物と新しいぶどう酒と油に応え、 それらはイズレエルに応える。
22καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.
23私は彼女を自分のために地に種としてまく。 あわれみを受けなかった者をあわれむ。 私の民でなかった者たちに、『あなたがたは私の民だ』と言う。 彼らは、『あなたは私の神だ』と答える。」
23καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ αὐτὸς ἐπακούσεται τῇ γῇ,
no verse 24 in this text
24καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεζραέλ.
no verse 25 in this text
25καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς καὶ ἐλεήσω τὴν Οὐκ-ἠλεημένην καὶ ἐρῶ τῷ Οὐ-λαῷ-μου· λαός μου εἰ σύ, καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου εἶ σύ.
Tip: use the ← and → keys to turn chapters.