Ignatius to the Ephesians
Chapter 9

Ignatius to the Ephesians

Letters of Ignatius of A…
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

Ignatius to the Ephesians 9

1Ἔγνων δὲ παροδεύσαντάς τινας ἐκεῖθεν, ἔχοντας κακὴν διδαχήν: οὓς οὐκ εἰάσατε σπεῖραι εἰς ὑμᾶς, βύσαντες τὰ ὦτα, εἰς τὸ μὴ παραδέξασθαι τὰ σπειρόμενα ὑπ’ αὐτῶν, ὡς ὄντες λίθοι ναοῦ πατρός, ἡτοιμασμένοι εἰς οἰκοδομὴν θεοῦ πατρός, ἀναφερόμενοι εἰς τὰ ὕψη διὰ τῆς μηχανῆς Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σταυρός, σχοινίῳ χρώμενοι τῷ πνεύματι τῷ ἁγίῳ: ἡ δὲ πίστις ὑμῶν ἀναγωγεὺς ὑμῶν, ἡ δὲ ἀγάπη ὁδὸς ἡ ἀναφέρουσα εἰς θεόν.

2ἐστὲ οὖν καὶ σύνοδοι πάντες, θεοφόροι καὶ ναοφόροι, χριστοφόροι, ἁγιοφόροι, κατὰ πάντα κεκοσμημένοι ἐντολαῖς Ἰησοῦ Χριστοῦ: οἶς καὶ ἀγαλλιώμενος ἠξιώθην δἰ ὦν γράφω προσομιλῆσαι ὑμῖν καὶ συγχαρῆναι, ὅτι κατ’ ἀνθρώπων βίον οὐδὲν ἀγαπᾶτε εἰ μὴ μόνον τὸν θεόν.

Tip: use the ← and → keys to turn chapters.