Ignatius to the Ephesians
Chapter 11

Ignatius to the Ephesians

Letters of Ignatius of A…
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

Ignatius to the Ephesians 11

1Ἔσχατοι καιροί. λοιπὸν αἰσχυνθῶμεν, φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ θεοῦ, ἵνα μὴ ἡμῖν εἰς κρίμα γένηται. ἦ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἦ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν, ἒν τῶν δύο: μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῆναι εἰς τὸ ἀληθινὸν ζῆν.

2χωρὶς τούτου μηδὲν ὑμῖν πρεπέτω, ἐν ᾧ τὰ δεσμὰ περιφέρω, τοὺς πνευματικοὺς μαργαρίτας, ἐν οἷς γένοιτό μοι ἀναστῆναι τῆ προσευχῇ ὑμῶν, ἦς γένοιτό μοι ἀεὶ μέτοχον εἶναι, ἵνα ἐν κλήρῳ Ἐφεσίων εὑρεθῶ τῶν Χριστιανῶν, οἳ καὶ τοῖς ἀποστόλοις πάντοτε συνῄνεσαν ἐν δυνάμει Ἰησοῦ Χριστοῦ

Tip: use the ← and → keys to turn chapters.