Ignatius to Polycarp 1
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, Πολυκάρπῳ ἐπισκόπῳ ἐκκλησίας Σμυρναίων, μᾶλλον ἐπισκοπημένῳ ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, πλεῖστα χαίρειν.
1Ἀποδεχόμενός σου τὴν ἐν θεῷ γνώμην ἡδρασμένην ὡς ἐπὶ πέτραν ἀκίνητον, ὑπερδοξάζω, καταξιωθεὶς τοῦ προσώπου σου τοῦ ἀμώμου, οὗ ὀναίμην ἐν θεῷ.
2παρακαλῶ σε ἐν χάριτι ᾗ ἐνδέδυσαι, προσθεῖναι τῷ δρόμῳ σου καὶ πάντας παρακαλεῖν, ἵνα σώζωνται. ἐκδίκει σου τὸν τόπον ἐν πάσῃ ἐπιμελείᾳ σαρκικῇ τε καὶ πνευματικῇ. τῆς ἑνώσεως φρόντιζε, ἧς οὐδὲν ἄμεινον, πάντας βάσταζε, ὡς καὶ σὲ ὁ κύριος: πάντων ἀνέχου ἐν ἀγάπῃ, ὥσπερ καὶ ποιεῖς.
3προσευχαῖς σχόλαζε ἀδιαλείπτοις: αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις: γρηγόρει ἀκοίμητον πνεῦμα κεκτημένος. τοῖς κατ’ ἄνδρα κατὰ ὁμοήθειαν θεοῦ λάλει: πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ἀθλητής. ὅπου πλείων κόπος, πολὺ κέρδος.
Tip: use the ← and → keys to turn chapters.