Ignatius to the Ephesians 12
Letters of Ignatius of Antioch (the seven genuine letters)Original language
1Οἶδα, τίς εἰμι καὶ τίσιν γράφω. ἐγὼ κατάκριτος, ὑμεῖς ἠλεημένοι: ἐγὼ ὑπὸ κίνδυνον, ὑμεῖς ἐστηριγμένοι:
2πάροδός ἐστε τῶν εἰς θεὸν ἀναιρουμένων, Παύλου συμμύσται τοῦ ἡγιασμένου. τοῦ μεμαρτυρημένου, ἀξιομακαρίστου, οὖ γένοιτό μοι ὑπὸ τὰ ἴχνη εὑρεθῆναι, ὅταν θεοῦ ἐπιτύχω, ὃς ἐν πάσῃ ἐπιστολῇ μνημονεύει ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
Tip: use the ← and → keys to turn chapters.