ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 2
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1του δε ιησου γεννηθεντοσ εν βηθλεεμ τησ ιουδαιασ εν ημεραισ ηρωδου του βασιλεωσ ιδου μαγοι απο ανατολων παρεγενοντο εισ ιεροσολυμα
1Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
2λεγοντεσ που εστιν ο τεχθεισ βασιλευσ των ιουδαιων ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω
2λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.¶
3ακουσασ δε ηρωδησ ο βασιλευσ εταραχθη και πασα ιεροσολυμα μετ αυτου
3Ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ,
4και συναγαγων παντασ τουσ αρχιερεισ και γραμματεισ του λαου επυνθανετο παρ αυτων που ο χριστοσ γενναται
4καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.
5οι δε ειπον αυτω εν βηθλεεμ τησ ιουδαιασ ουτωσ γαρ γεγραπται δια του προφητου
5οἱ δὲ εἶπαν αὐτῷ· ἐν Βηθλέεμ τῆς Ἰουδαίας. οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·
6και συ βηθλεεμ γη ιουδα ουδαμωσ ελαχιστη ει εν τοισ ηγεμοσιν ιουδα εκ σου γαρ εξελευσεται ηγουμενοσ οστισ ποιμανει τον λαον μου τον ισραηλ
6καὶ σὺ βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.¶
7τοτε ηρωδησ λαθρα καλεσασ τουσ μαγουσ ηκριβωσεν παρ αυτων τον χρονον του φαινομενου αστεροσ
7Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,
8και πεμψασ αυτουσ εισ βηθλεεμ ειπεν πορευθεντεσ ακριβωσ εξετασατε περι του παιδιου επαν δε ευρητε απαγγειλατε μοι οπωσ καγω ελθων προσκυνησω αυτω
8καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν· πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου. ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.¶
9οι δε ακουσαντεσ του βασιλεωσ επορευθησαν και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτουσ εωσ ελθων εστη επανω ου ην το παιδιον
9Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν. καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.
10ιδοντεσ δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα
10ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα,
11και ελθοντεσ εισ την οικιαν ειδον το παιδιον μετα μαριασ τησ μητροσ αυτου και πεσοντεσ προσεκυνησαν αυτω και ανοιξαντεσ τουσ θησαυρουσ αυτων προσηνεγκαν αυτω δωρα χρυσον και λιβανον και σμυρναν
11καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
12και χρηματισθεντεσ κατ οναρ μη ανακαμψαι προσ ηρωδην δι αλλησ οδου ανεχωρησαν εισ την χωραν αυτων
12καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.¶
13αναχωρησαντων δε αυτων ιδου αγγελοσ κυριου φαινεται κατ οναρ τω ιωσηφ λεγων εγερθεισ παραλαβε το παιδιον και την μητερα αυτου και φευγε εισ αιγυπτον και ισθι εκει εωσ αν ειπω σοι μελλει γαρ ηρωδησ ζητειν το παιδιον του απολεσαι αυτο
13Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
14ο δε εγερθεισ παρελαβεν το παιδιον και την μητερα αυτου νυκτοσ και ανεχωρησεν εισ αιγυπτον
14ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
15και ην εκει εωσ τησ τελευτησ ηρωδου ινα πληρωθη το ρηθεν υπο του κυριου δια του προφητου λεγοντοσ εξ αιγυπτου εκαλεσα τον υιον μου
15καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.¶
16τοτε ηρωδησ ιδων οτι ενεπαιχθη υπο των μαγων εθυμωθη λιαν και αποστειλασ ανειλεν παντασ τουσ παιδασ τουσ εν βηθλεεμ και εν πασιν τοισ οριοισ αυτησ απο διετουσ και κατωτερω κατα τον χρονον ον ηκριβωσεν παρα των μαγων
16Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.¶
17τοτε επληρωθη το ρηθεν υπο ιερεμιου του προφητου λεγοντοσ
17Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος·
18φωνη εν ραμα ηκουσθη θρηνοσ και κλαυθμοσ και οδυρμοσ πολυσ ραχηλ κλαιουσα τα τεκνα αυτησ και ουκ ηθελεν παρακληθηναι οτι ουκ εισιν
18φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.¶
19τελευτησαντοσ δε του ηρωδου ιδου αγγελοσ κυριου κατ οναρ φαινεται τω ιωσηφ εν αιγυπτω
19Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾽ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
20λεγων εγερθεισ παραλαβε το παιδιον και την μητερα αυτου και πορευου εισ γην ισραηλ τεθνηκασιν γαρ οι ζητουντεσ την ψυχην του παιδιου
20λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.¶
21ο δε εγερθεισ παρελαβεν το παιδιον και την μητερα αυτου και ηλθεν εισ γην ισραηλ
21Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.¶
22ακουσασ δε οτι αρχελαοσ βασιλευει επι τησ ιουδαιασ αντι ηρωδου του πατροσ αυτου εφοβηθη εκει απελθειν χρηματισθεισ δε κατ οναρ ανεχωρησεν εισ τα μερη τησ γαλιλαιασ
22Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν. χρηματισθεὶς δὲ κατ᾽ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
23και ελθων κατωκησεν εισ πολιν λεγομενην ναζαρετ οπωσ πληρωθη το ρηθεν δια των προφητων οτι ναζωραιοσ κληθησεται
23καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.¶
Tip: use the ← and → keys to turn chapters.