ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντεσ τισ αρα μειζων εστιν εν τη βασιλεια των ουρανων
1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
2και προσκαλεσαμενοσ ο ιησουσ παιδιον εστησεν αυτο εν μεσω αυτων
2καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
3και ειπεν αμην λεγω υμιν εαν μη στραφητε και γενησθε ωσ τα παιδια ου μη εισελθητε εισ την βασιλειαν των ουρανων
3καὶ εἶπεν· ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4οστισ ουν ταπεινωσει εαυτον ωσ το παιδιον τουτο ουτοσ εστιν ο μειζων εν τη βασιλεια των ουρανων
4ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
5και οσ εαν δεξηται παιδιον τοιουτον εν επι τω ονοματι μου εμε δεχεται
5καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
6οσ δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εισ εμε συμφερει αυτω ινα κρεμασθη μυλοσ ονικοσ εισ τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει τησ θαλασσησ
6ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.¶
7ουαι τω κοσμω απο των σκανδαλων αναγκη γαρ εστιν ελθειν τα σκανδαλα πλην ουαι τω ανθρωπω εκεινω δι ου το σκανδαλον ερχεται
7Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται.
8ει δε η χειρ σου η ο πουσ σου σκανδαλιζει σε εκκοψον αυτα και βαλε απο σου καλον σοι εστιν εισελθειν εισ την ζωην χωλον η κυλλον η δυο χειρασ η δυο ποδασ εχοντα βληθηναι εισ το πυρ το αιωνιον
8εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλὸν ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
9και ει ο οφθαλμοσ σου σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου καλον σοι εστιν μονοφθαλμον εισ την ζωην εισελθειν η δυο οφθαλμουσ εχοντα βληθηναι εισ την γεενναν του πυροσ
9καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10ορατε μη καταφρονησητε ενοσ των μικρων τουτων λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοισ δια παντοσ βλεπουσιν το προσωπον του πατροσ μου του εν ουρανοισ
10Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
11ηλθεν γαρ ο υιοσ του ανθρωπου σωσαι το απολωλοσ
no verse 11 in this text
12τι υμιν δοκει εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων ουχι αφεισ τα ενενηκοντα εννεα επι τα ορη πορευθεισ ζητει το πλανωμενον
12Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
13και εαν γενηται ευρειν αυτο αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοισ ενενηκοντα εννεα τοισ μη πεπλανημενοισ
13καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
14ουτωσ ουκ εστιν θελημα εμπροσθεν του πατροσ υμων του εν ουρανοισ ινα αποληται εισ των μικρων τουτων
14οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων.¶
15εαν δε αμαρτηση εισ σε ο αδελφοσ σου υπαγε και ελεγξον αυτον μεταξυ σου και αυτου μονου εαν σου ακουση εκερδησασ τον αδελφον σου
15Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου.
16εαν δε μη ακουση παραλαβε μετα σου ετι ενα η δυο ινα επι στοματοσ δυο μαρτυρων η τριων σταθη παν ρημα
16ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.
17εαν δε παρακουση αυτων ειπε τη εκκλησια εαν δε και τησ εκκλησιασ παρακουση εστω σοι ωσπερ ο εθνικοσ και ο τελωνησ
17ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ. ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.¶
18αμην λεγω υμιν οσα εαν δησητε επι τησ γησ εσται δεδεμενα εν τω ουρανω και οσα εαν λυσητε επι τησ γησ εσται λελυμενα εν τω ουρανω
18Ἀμὴν λέγω ὑμῖν· ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν οὐρανῷ.¶
19παλιν αμην λεγω υμιν οτι εαν δυο υμων συμφωνησωσιν επι τησ γησ περι παντοσ πραγματοσ ου εαν αιτησωνται γενησεται αυτοισ παρα του πατροσ μου του εν ουρανοισ
19Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
20ου γαρ εισιν δυο η τρεισ συνηγμενοι εισ το εμον ονομα εκει ειμι εν μεσω αυτων
20οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.¶
21τοτε προσελθων αυτω ο πετροσ ειπεν κυριε ποσακισ αμαρτησει εισ εμε ο αδελφοσ μου και αφησω αυτω εωσ επτακισ
21Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ· κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;¶
22λεγει αυτω ο ιησουσ ου λεγω σοι εωσ επτακισ αλλ εωσ εβδομηκοντακισ επτα
22Λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.¶
23δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οσ ηθελησεν συναραι λογον μετα των δουλων αυτου
23Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
24αρξαμενου δε αυτου συναιρειν προσηνεχθη αυτω εισ οφειλετησ μυριων ταλαντων
24ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
25μη εχοντοσ δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριοσ αυτου πραθηναι και την γυναικα αυτου και τα τεκνα και παντα οσα ειχεν και αποδοθηναι
25μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι.¶
26πεσων ουν ο δουλοσ προσεκυνει αυτω λεγων κυριε μακροθυμησον επ εμοι και παντα σοι αποδωσω
26Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ πάντα ἀποδώσω σοι.¶
27σπλαγχνισθεισ δε ο κυριοσ του δουλου εκεινου απελυσεν αυτον και το δανειον αφηκεν αυτω
27Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
28εξελθων δε ο δουλοσ εκεινοσ ευρεν ενα των συνδουλων αυτου οσ ωφειλεν αυτω εκατον δηναρια και κρατησασ αυτον επνιγεν λεγων αποδοσ μοι ει τι οφειλεισ
28ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος εἴ τι ὀφείλεις.
29πεσων ουν ο συνδουλοσ αυτου εισ τουσ ποδασ αυτου παρεκαλει αυτον λεγων μακροθυμησον επ εμοι και αποδωσω σοι
29πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ ἀποδώσω σοι.
30ο δε ουκ ηθελεν αλλα απελθων εβαλεν αυτον εισ φυλακην εωσ ου αποδω το οφειλομενον
30ὁ δὲ οὐκ ἤθελεν, ἀλλ᾽ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ἀποδῷ τὸ ὀφειλόμενον.¶
31ιδοντεσ δε οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα και ελθοντεσ διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα
31Ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.¶
32τοτε προσκαλεσαμενοσ αυτον ο κυριοσ αυτου λεγει αυτω δουλε πονηρε πασαν την οφειλην εκεινην αφηκα σοι επει παρεκαλεσασ με
32Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ἐπεὶ παρεκάλεσάς με.
33ουκ εδει και σε ελεησαι τον συνδουλον σου ωσ και εγω σε ηλεησα
33οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς κἀγὼ σὲ ἠλέησα;¶
34και οργισθεισ ο κυριοσ αυτου παρεδωκεν αυτον τοισ βασανισταισ εωσ ου αποδω παν το οφειλομενον αυτω
34Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον
35ουτωσ και ο πατηρ μου ο επουρανιοσ ποιησει υμιν εαν μη αφητε εκαστοσ τω αδελφω αυτου απο των καρδιων υμων τα παραπτωματα αυτων
35οὕτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν
Tip: use the ← and → keys to turn chapters.