ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1οψε δε σαββατων τη επιφωσκουση εισ μιαν σαββατων ηλθεν μαρια η μαγδαληνη και η αλλη μαρια θεωρησαι τον ταφον
1Ὀψὲ δὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
2και ιδου σεισμοσ εγενετο μεγασ αγγελοσ γαρ κυριου καταβασ εξ ουρανου προσελθων απεκυλισεν τον λιθον απο τησ θυρασ και εκαθητο επανω αυτου
2καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3ην δε η ιδεα αυτου ωσ αστραπη και το ενδυμα αυτου λευκον ωσει χιων
3ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
4απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντεσ και εγενοντο ωσει νεκροι
4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί.¶
5αποκριθεισ δε ο αγγελοσ ειπεν ταισ γυναιξιν μη φοβεισθε υμεισ οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειτε
5Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε.
6ουκ εστιν ωδε ηγερθη γαρ καθωσ ειπεν δευτε ιδετε τον τοπον οπου εκειτο ο κυριοσ
6οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο
7και ταχυ πορευθεισαι ειπατε τοισ μαθηταισ αυτου οτι ηγερθη απο των νεκρων και ιδου προαγει υμασ εισ την γαλιλαιαν εκει αυτον οψεσθε ιδου ειπον υμιν
7καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ εἶπον ὑμῖν.¶
8και εξελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρασ μεγαλησ εδραμον απαγγειλαι τοισ μαθηταισ αυτου
8Καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.¶
9ωσ δε επορευοντο απαγγειλαι τοισ μαθηταισ αυτου και ιδου ιησουσ απηντησεν αυταισ λεγων χαιρετε αι δε προσελθουσαι εκρατησαν αυτου τουσ ποδασ και προσεκυνησαν αυτω
9καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.¶
10τοτε λεγει αυταισ ο ιησουσ μη φοβεισθε υπαγετε απαγγειλατε τοισ αδελφοισ μου ινα απελθωσιν εισ την γαλιλαιαν και εκει με οψονται
10Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ με ὄψονται.¶
11πορευομενων δε αυτων ιδου τινεσ τησ κουστωδιασ ελθοντεσ εισ την πολιν απηγγειλαν τοισ αρχιερευσιν απαντα τα γενομενα
11Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12και συναχθεντεσ μετα των πρεσβυτερων συμβουλιον τε λαβοντεσ αργυρια ικανα εδωκαν τοισ στρατιωταισ
12καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
13λεγοντεσ ειπατε οτι οι μαθηται αυτου νυκτοσ ελθοντεσ εκλεψαν αυτον ημων κοιμωμενων
13λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
14και εαν ακουσθη τουτο επι του ηγεμονοσ ημεισ πεισομεν αυτον και υμασ αμεριμνουσ ποιησομεν
14καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.¶
15οι δε λαβοντεσ τα αργυρια εποιησαν ωσ εδιδαχθησαν και διεφημισθη ο λογοσ ουτοσ παρα ιουδαιοισ μεχρι τησ σημερον
15Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον
16οι δε ενδεκα μαθηται επορευθησαν εισ την γαλιλαιαν εισ το οροσ ου εταξατο αυτοισ ο ιησουσ
16Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς.
17και ιδοντεσ αυτον προσεκυνησαν αυτω οι δε εδιστασαν
17καὶ ἰδόντες αὐτὸν προσεκύνησαν οἱ δὲ ἐδίστασαν.¶
18και προσελθων ο ιησουσ ελαλησεν αυτοισ λεγων εδοθη μοι πασα εξουσια εν ουρανω και επι γησ
18Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
19πορευθεντεσ μαθητευσατε παντα τα εθνη βαπτιζοντεσ αυτουσ εισ το ονομα του πατροσ και του υιου και του αγιου πνευματοσ
19πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
20διδασκοντεσ αυτουσ τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασασ τασ ημερασ εωσ τησ συντελειασ του αιωνοσ αμην
20διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.
Tip: use the ← and → keys to turn chapters.