ΚΑΤΑ ΛΟΥΚΑΝ 21
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1αναβλεψασ δε ειδεν τουσ βαλλοντασ τα δωρα αυτων εισ το γαζοφυλακιον πλουσιουσ
1Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν⸃ πλουσίους.
2ειδεν δε τινα και χηραν πενιχραν βαλλουσαν εκει δυο λεπτα
2εἶδεν δέ ⸀τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο⸃,
3και ειπεν αληθωσ λεγω υμιν οτι η χηρα η πτωχη αυτη πλειον παντων εβαλεν
3καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη⸃ πλεῖον πάντων ἔβαλεν·
4απαντεσ γαρ ουτοι εκ του περισσευοντοσ αυτοισ εβαλον εισ τα δωρα του θεου αυτη δε εκ του υστερηματοσ αυτησ απαντα τον βιον ον ειχεν εβαλεν
4⸀πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
5και τινων λεγοντων περι του ιερου οτι λιθοισ καλοισ και αναθημασιν κεκοσμηται ειπεν
5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·
6ταυτα α θεωρειτε ελευσονται ημεραι εν αισ ουκ αφεθησεται λιθοσ επι λιθω οσ ου καταλυθησεται
6Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳ ὃς οὐ καταλυθήσεται.
7επηρωτησαν δε αυτον λεγοντεσ διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι
7Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
8ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμι και ο καιροσ ηγγικεν μη ουν πορευθητε οπισω αυτων
8ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
9οταν δε ακουσητε πολεμουσ και ακαταστασιασ μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον αλλ ουκ ευθεωσ το τελοσ
9ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.
10τοτε ελεγεν αυτοισ εγερθησεται εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν
10τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
11σεισμοι τε μεγαλοι κατα τοπουσ και λιμοι και λοιμοι εσονται φοβητρα τε και σημεια απ ουρανου μεγαλα εσται
11σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους⸃ ⸂λιμοὶ καὶ λοιμοὶ⸃ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα⸃ ἔσται.
12προ δε τουτων παντων επιβαλουσιν εφ υμασ τασ χειρασ αυτων και διωξουσιν παραδιδοντεσ εισ συναγωγασ και φυλακασ αγομενουσ επι βασιλεισ και ηγεμονασ ενεκεν του ονοματοσ μου
12Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
13αποβησεται δε υμιν εισ μαρτυριον
13⸀ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
14θεσθε ουν εισ τασ καρδιασ υμων μη προμελεταν απολογηθηναι
14⸀θέτε οὖν ⸂ἐν ταῖς καρδίαις⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
15εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντειπειν ουδε αντιστηναι παντεσ οι αντικειμενοι υμιν
15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
16παραδοθησεσθε δε και υπο γονεων και συγγενων και φιλων και αδελφων και θανατωσουσιν εξ υμων
16παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
17και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου
17καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
18και θριξ εκ τησ κεφαλησ υμων ου μη αποληται
18καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
19εν τη υπομονη υμων κτησασθε τασ ψυχασ υμων
19ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν.
20οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων την ιερουσαλημ τοτε γνωτε οτι ηγγικεν η ερημωσισ αυτησ
20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη και οι εν μεσω αυτησ εκχωρειτωσαν και οι εν ταισ χωραισ μη εισερχεσθωσαν εισ αυτην
21τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
22οτι ημεραι εκδικησεωσ αυται εισιν του πλησθηναι παντα τα γεγραμμενα
22ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
23ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ εσται γαρ αναγκη μεγαλη επι τησ γησ και οργη εν τω λαω τουτω
23⸀οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴ τῷ λαῷ τούτῳ,
24και πεσουνται στοματι μαχαιρασ και αιχμαλωτισθησονται εισ παντα τα εθνη και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρι πληρωθωσιν καιροι εθνων
24καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα⸃, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ ⸀πληρωθῶσιν καιροὶ ἐθνῶν.
25και εσται σημεια εν ηλιω και σεληνη και αστροισ και επι τησ γησ συνοχη εθνων εν απορια ηχουσησ θαλασσησ και σαλου
25Καὶ ⸀ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχους θαλάσσης καὶ σάλου,
26αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιασ των επερχομενων τη οικουμενη αι γαρ δυναμεισ των ουρανων σαλευθησονται
26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
27και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεωσ και δοξησ πολλησ
27καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
28αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τασ κεφαλασ υμων διοτι εγγιζει η απολυτρωσισ υμων
28ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29και ειπεν παραβολην αυτοισ ιδετε την συκην και παντα τα δενδρα
29Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
30οταν προβαλωσιν ηδη βλεποντεσ αφ εαυτων γινωσκετε οτι ηδη εγγυσ το θεροσ εστιν
30ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
31ουτωσ και υμεισ οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυσ εστιν η βασιλεια του θεου
31οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
32αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εωσ αν παντα γενηται
32ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
33ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελθωσιν
33ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34προσεχετε δε εαυτοισ μηποτε βαρηθωσιν υμων αι καρδιαι εν κραιπαλη και μεθη και μεριμναισ βιωτικαισ και αιφνιδιοσ εφ υμασ επιστη η ημερα εκεινη
34Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι⸃ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος⸃ ἡ ἡμέρα ἐκείνη
35ωσ παγισ γαρ επελευσεται επι παντασ τουσ καθημενουσ επι προσωπον πασησ τησ γησ
35ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
36αγρυπνειτε ουν εν παντι καιρω δεομενοι ινα καταξιωθητε εκφυγειν παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου
36ἀγρυπνεῖτε ⸀δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε ἐκφυγεῖν ⸀ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37ην δε τασ ημερασ εν τω ιερω διδασκων τασ δε νυκτασ εξερχομενοσ ηυλιζετο εισ το οροσ το καλουμενον ελαιων
37Ἦν δὲ τὰς ἡμέρας ⸂ἐν τῷ ἱερῷ διδάσκων⸃, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·
38και πασ ο λαοσ ωρθριζεν προσ αυτον εν τω ιερω ακουειν αυτου
38καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.