ΚΑΤΑ ΛΟΥΚΑΝ 10
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1μετα δε ταυτα ανεδειξεν ο κυριοσ και ετερουσ εβδομηκοντα και απεστειλεν αυτουσ ανα δυο προ προσωπου αυτου εισ πασαν πολιν και τοπον ου εμελλεν αυτοσ ερχεσθαι
1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶ ἑτέρους ἑβδομήκοντα ⸀δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
2ελεγεν ουν προσ αυτουσ ο μεν θερισμοσ πολυσ οι δε εργαται ολιγοι δεηθητε ουν του κυριου του θερισμου οπωσ εκβαλη εργατασ εισ τον θερισμον αυτου
2ἔλεγεν ⸀δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ⸃ εἰς τὸν θερισμὸν αὐτοῦ.
3υπαγετε ιδου εγω αποστελλω υμασ ωσ αρνασ εν μεσω λυκων
3ὑπάγετε· ⸀ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
4μη βασταζετε βαλαντιον μη πηραν μηδε υποδηματα και μηδενα κατα την οδον ασπασησθε
4μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5εισ ην δ αν οικιαν εισερχησθε πρωτον λεγετε ειρηνη τω οικω τουτω
5εἰς ἣν δʼ ἂν ⸂εἰσέλθητε οἰκίαν⸃ πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ.
6και εαν η εκει υιοσ ειρηνησ επαναπαυσεται επ αυτον η ειρηνη υμων ει δε μηγε εφ υμασ ανακαμψει
6καὶ ἐὰν ⸂ᾖ ἐκεῖ⸃ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφʼ ὑμᾶς ἀνακάμψει.
7εν αυτη δε τη οικια μενετε εσθιοντεσ και πινοντεσ τα παρ αυτων αξιοσ γαρ ο εργατησ του μισθου αυτου εστιν μη μεταβαινετε εξ οικιασ εισ οικιαν
7ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ ⸀αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8και εισ ην αν πολιν εισερχησθε και δεχωνται υμασ εσθιετε τα παρατιθεμενα υμιν
8καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,
9και θεραπευετε τουσ εν αυτη ασθενεισ και λεγετε αυτοισ ηγγικεν εφ υμασ η βασιλεια του θεου
9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
10εισ ην δ αν πολιν εισερχησθε και μη δεχωνται υμασ εξελθοντεσ εισ τασ πλατειασ αυτησ ειπατε
10εἰς ἣν δʼ ἂν πόλιν ⸀εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·
11και τον κονιορτον τον κολληθεντα ημιν εκ τησ πολεωσ υμων απομασσομεθα υμιν πλην τουτο γινωσκετε οτι ηγγικεν εφ υμασ η βασιλεια του θεου
11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸂εἰς τοὺς πόδας⸃ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ⸀ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ.
12λεγω υμιν οτι σοδομοισ εν τη ημερα εκεινη ανεκτοτερον εσται η τη πολει εκεινη
12λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
13ουαι σοι χοραζιν ουαι σοι βηθσαιδα οτι ει εν τυρω και σιδωνι εγενοντο αι δυναμεισ αι γενομεναι εν υμιν παλαι αν εν σακκω και σποδω καθημεναι μετενοησαν
13Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοι μετενόησαν.
14πλην τυρω και σιδωνι ανεκτοτερον εσται εν τη κρισει η υμιν
14πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
15και συ καπερναουμ η εωσ του ουρανου υψωθεισα εωσ αδου καταβιβασθηση
15καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ⸃; ἕως ⸀τοῦ ᾅδου ⸀καταβιβασθήσῃ.
16ο ακουων υμων εμου ακουει και ο αθετων υμασ εμε αθετει ο δε εμε αθετων αθετει τον αποστειλαντα με
16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17υπεστρεψαν δε οι εβδομηκοντα μετα χαρασ λεγοντεσ κυριε και τα δαιμονια υποτασσεται ημιν εν τω ονοματι σου
17Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ⸀δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
18ειπεν δε αυτοισ εθεωρουν τον σαταναν ωσ αστραπην εκ του ουρανου πεσοντα
18εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
19ιδου διδωμι υμιν την εξουσιαν του πατειν επανω οφεων και σκορπιων και επι πασαν την δυναμιν του εχθρου και ουδεν υμασ ου μη αδικηση
19ἰδοὺ ⸀δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸀ἀδικήσῃ.
20πλην εν τουτω μη χαιρετε οτι τα πνευματα υμιν υποτασσεται χαιρετε δε οτι τα ονοματα υμων εγραφη εν τοισ ουρανοισ
20πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ⸀ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.
21εν αυτη τη ωρα ηγαλλιασατο τω πνευματι ο ιησουσ και ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και τησ γησ οτι απεκρυψασ ταυτα απο σοφων και συνετων και απεκαλυψασ αυτα νηπιοισ ναι ο πατηρ οτι ουτωσ εγενετο ευδοκια εμπροσθεν σου
21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸀τῷ πνεύματι ⸂τῷ ἁγίῳ⸃ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο⸃ ἔμπροσθέν σου.
22και στραφεισ προσ τουσ μαθητασ ειπεν παντα μοι παρεδοθη υπο του πατροσ μου και ουδεισ γινωσκει τισ εστιν ο υιοσ ει μη ο πατηρ και τισ εστιν ο πατηρ ει μη ο υιοσ και ω εαν βουληται ο υιοσ αποκαλυψαι
22⸀πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ⸀ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
23και στραφεισ προσ τουσ μαθητασ κατ ιδιαν ειπεν μακαριοι οι οφθαλμοι οι βλεποντεσ α βλεπετε
23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
24λεγω γαρ υμιν οτι πολλοι προφηται και βασιλεισ ηθελησαν ιδειν α υμεισ βλεπετε και ουκ ειδον και ακουσαι α ακουετε και ουκ ηκουσαν
24λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
25και ιδου νομικοσ τισ ανεστη εκπειραζων αυτον και λεγων διδασκαλε τι ποιησασ ζωην αιωνιον κληρονομησω
25Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων ⸀αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
26ο δε ειπεν προσ αυτον εν τω νομω τι γεγραπται πωσ αναγινωσκεισ
26ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
27ο δε αποκριθεισ ειπεν αγαπησεισ κυριον τον θεον σου εξ ολησ τησ καρδιασ σου και εξ ολησ τησ ψυχησ σου και εξ ολησ τησ ισχυοσ σου και εξ ολησ τησ διανοιασ σου και τον πλησιον σου ωσ σεαυτον
27ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ⸂ἐν ὅλῃ τῇ ψυχῇ⸃ σου καὶ ⸂ἐν ὅλῃ τῇ ἰσχύϊ⸃ σου καὶ ⸂ἐν ὅλῃ τῇ διανοίᾳ⸃ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
28ειπεν δε αυτω ορθωσ απεκριθησ τουτο ποιει και ζηση
28εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
29ο δε θελων δικαιουν εαυτον ειπεν προσ τον ιησουν και τισ εστιν μου πλησιον
29Ὁ δὲ θέλων ⸀δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον;
30υπολαβων δε ο ιησουσ ειπεν ανθρωποσ τισ κατεβαινεν απο ιερουσαλημ εισ ιεριχω και λησταισ περιεπεσεν οι και εκδυσαντεσ αυτον και πληγασ επιθεντεσ απηλθον αφεντεσ ημιθανη τυγχανοντα
30ὑπολαβὼν ⸀δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ⸀ἡμιθανῆ.
31κατα συγκυριαν δε ιερευσ τισ κατεβαινεν εν τη οδω εκεινη και ιδων αυτον αντιπαρηλθεν
31κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν·
32ομοιωσ δε και λευιτησ γενομενοσ κατα τον τοπον ελθων και ιδων αντιπαρηλθεν
32ὁμοίως δὲ καὶ ⸀Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
33σαμαρειτησ δε τισ οδευων ηλθεν κατ αυτον και ιδων αυτον εσπλαγχνισθη
33Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ⸀ἰδὼν ἐσπλαγχνίσθη,
34και προσελθων κατεδησεν τα τραυματα αυτου επιχεων ελαιον και οινον επιβιβασασ δε αυτον επι το ιδιον κτηνοσ ηγαγεν αυτον εισ πανδοχειον και επεμεληθη αυτου
34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
35και επι την αυριον εξελθων εκβαλων δυο δηναρια εδωκεν τω πανδοχει και ειπεν αυτω επιμεληθητι αυτου και ο τι αν προσδαπανησησ εγω εν τω επανερχεσθαι με αποδωσω σοι
35καὶ ἐπὶ τὴν ⸀αὔριον ἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν⸃ τῷ πανδοχεῖ καὶ ⸀εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
36τισ ουν τουτων των τριων πλησιον δοκει σοι γεγονεναι του εμπεσοντοσ εισ τουσ ληστασ
36⸀τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
37ο δε ειπεν ο ποιησασ το ελεοσ μετ αυτου ειπεν ουν αυτω ο ιησουσ πορευου και συ ποιει ομοιωσ
37ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
38εγενετο δε εν τω πορευεσθαι αυτουσ και αυτοσ εισηλθεν εισ κωμην τινα γυνη δε τισ ονοματι μαρθα υπεδεξατο αυτον εισ τον οικον αυτησ
38⸂Ἐν δὲ⸃ τῷ πορεύεσθαι ⸀αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν.
39και τηδε ην αδελφη καλουμενη μαρια η και παρακαθισασα παρα τουσ ποδασ του ιησου ηκουεν τον λογον αυτου
39καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ, ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς⸃ τοὺς πόδας τοῦ ⸀Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ.
40η δε μαρθα περιεσπατο περι πολλην διακονιαν επιστασα δε ειπεν κυριε ου μελει σοι οτι η αδελφη μου μονην με κατελειπεν διακονειν ειπε ουν αυτη ινα μοι συναντιλαβηται
40ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν διακονεῖν; ⸀εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41αποκριθεισ δε ειπεν αυτη ο ιησουσ μαρθα μαρθα μεριμνασ και τυρβαζη περι πολλα
41ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ περὶ πολλά,
42ενοσ δε εστιν χρεια μαρια δε την αγαθην μεριδα εξελεξατο ητισ ουκ αφαιρεθησεται απ αυτησ
42⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός⸃· ⸂Μαριὰμ γὰρ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς.
Tip: use the ← and → keys to turn chapters.