ΚΑΤΑ ΛΟΥΚΑΝ 16
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1ελεγεν δε και προσ τουσ μαθητασ αυτου ανθρωποσ τισ ην πλουσιοσ οσ ειχεν οικονομον και ουτοσ διεβληθη αυτω ωσ διασκορπιζων τα υπαρχοντα αυτου
1Ἔλεγεν δὲ καὶ πρὸς τοὺς ⸀μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
2και φωνησασ αυτον ειπεν αυτω τι τουτο ακουω περι σου αποδοσ τον λογον τησ οικονομιασ σου ου γαρ δυνηση ετι οικονομειν
2καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ ⸀δύνῃ ἔτι οἰκονομεῖν.
3ειπεν δε εν εαυτω ο οικονομοσ τι ποιησω οτι ο κυριοσ μου αφαιρειται την οικονομιαν απ εμου σκαπτειν ουκ ισχυω επαιτειν αισχυνομαι
3εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπʼ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι·
4εγνων τι ποιησω ινα οταν μετασταθω τησ οικονομιασ δεξωνται με εισ τουσ οικουσ αυτων
4ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ⸀ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ⸀ἑαυτῶν.
5και προσκαλεσαμενοσ ενα εκαστον των χρεωφειλετων του κυριου εαυτου ελεγεν τω πρωτω ποσον οφειλεισ τω κυριω μου
5καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
6ο δε ειπεν εκατον βατουσ ελαιου και ειπεν αυτω δεξαι σου το γραμμα και καθισασ ταχεωσ γραψον πεντηκοντα
6ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ⸂ὁ δὲ⸃ εἶπεν αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
7επειτα ετερω ειπεν συ δε ποσον οφειλεισ ο δε ειπεν εκατον κορουσ σιτου και λεγει αυτω δεξαι σου το γραμμα και γραψον ογδοηκοντα
7ἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· ⸀λέγει αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ γράψον ὀγδοήκοντα.
8και επηνεσεν ο κυριοσ τον οικονομον τησ αδικιασ οτι φρονιμωσ εποιησεν οτι οι υιοι του αιωνοσ τουτου φρονιμωτεροι υπερ τουσ υιουσ του φωτοσ εισ την γενεαν την εαυτων εισιν
8καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
9καγω υμιν λεγω ποιησατε εαυτοισ φιλουσ εκ του μαμωνα τησ αδικιασ ινα οταν εκλιπητε δεξωνται υμασ εισ τασ αιωνιουσ σκηνασ
9καὶ ἐγὼ ὑμῖν λέγω, ⸂ἑαυτοῖς ποιήσατε⸃ φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ⸀ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10ο πιστοσ εν ελαχιστω και εν πολλω πιστοσ εστιν και ο εν ελαχιστω αδικοσ και εν πολλω αδικοσ εστιν
10Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
11ει ουν εν τω αδικω μαμωνα πιστοι ουκ εγενεσθε το αληθινον τισ υμιν πιστευσει
11εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
12και ει εν τω αλλοτριω πιστοι ουκ εγενεσθε το υμετερον τισ υμιν δωσει
12καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸀ὑμέτερον τίς ⸂δώσει ὑμῖν⸃;
13ουδεισ οικετησ δυναται δυσιν κυριοισ δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει η ενοσ ανθεξεται και του ετερου καταφρονησει ου δυνασθε θεω δουλευειν και μαμωνα
13οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14ηκουον δε ταυτα παντα και οι φαρισαιοι φιλαργυροι υπαρχοντεσ και εξεμυκτηριζον αυτον
14Ἤκουον δὲ ταῦτα ⸀πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
15και ειπεν αυτοισ υμεισ εστε οι δικαιουντεσ εαυτουσ ενωπιον των ανθρωπων ο δε θεοσ γινωσκει τασ καρδιασ υμων οτι το εν ανθρωποισ υψηλον βδελυγμα ενωπιον του θεου
15καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
16ο νομοσ και οι προφηται εωσ ιωαννου απο τοτε η βασιλεια του θεου ευαγγελιζεται και πασ εισ αυτην βιαζεται
16Ὁ νόμος καὶ οἱ προφῆται ⸀μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
17ευκοπωτερον δε εστιν τον ουρανον και την γην παρελθειν η του νομου μιαν κεραιαν πεσειν
17Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18πασ ο απολυων την γυναικα αυτου και γαμων ετεραν μοιχευει και πασ ο απολελυμενην απο ανδροσ γαμων μοιχευει
18Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, ⸀καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19ανθρωποσ δε τισ ην πλουσιοσ και ενεδιδυσκετο πορφυραν και βυσσον ευφραινομενοσ καθ ημεραν λαμπρωσ
19Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθʼ ἡμέραν λαμπρῶς.
20πτωχοσ δε τισ ην ονοματι λαζαροσ οσ εβεβλητο προσ τον πυλωνα αυτου ηλκωμενοσ
20πτωχὸς δέ ⸀τις ὀνόματι ⸀Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος
21και επιθυμων χορτασθηναι απο των ψιχιων των πιπτοντων απο τησ τραπεζησ του πλουσιου αλλα και οι κυνεσ ερχομενοι απελειχον τα ελκη αυτου
21καὶ ἐπιθυμῶν χορτασθῆναι ⸀ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ⸀ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
22εγενετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγελων εισ τον κολπον αβρααμ απεθανεν δε και ο πλουσιοσ και εταφη
22ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23και εν τω αδη επαρασ τουσ οφθαλμουσ αυτου υπαρχων εν βασανοισ ορα τον αβρααμ απο μακροθεν και λαζαρον εν τοισ κολποισ αυτου
23καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ⸀ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
24και αυτοσ φωνησασ ειπεν πατερ αβρααμ ελεησον με και πεμψον λαζαρον ινα βαψη το ακρον του δακτυλου αυτου υδατοσ και καταψυξη την γλωσσαν μου οτι οδυνωμαι εν τη φλογι ταυτη
24καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
25ειπεν δε αβρααμ τεκνον μνησθητι οτι απελαβεσ συ τα αγαθα σου εν τη ζωη σου και λαζαροσ ομοιωσ τα κακα νυν δε ωδε παρακαλειται συ δε οδυνασαι
25εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ⸀ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι.
26και επι πασιν τουτοισ μεταξυ ημων και υμων χασμα μεγα εστηρικται οπωσ οι θελοντεσ διαβηναι ενθεν προσ υμασ μη δυνωνται μηδε οι εκειθεν προσ ημασ διαπερωσιν
26καὶ ⸀ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, ⸀μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
27ειπεν δε ερωτω ουν σε πατερ ινα πεμψησ αυτον εισ τον οικον του πατροσ μου
27εἶπεν δέ· Ἐρωτῶ ⸂σε οὖν⸃, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,
28εχω γαρ πεντε αδελφουσ οπωσ διαμαρτυρηται αυτοισ ινα μη και αυτοι ελθωσιν εισ τον τοπον τουτον τησ βασανου
28ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
29λεγει αυτω αβρααμ εχουσιν μωσεα και τουσ προφητασ ακουσατωσαν αυτων
29λέγει ⸀δὲ Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
30ο δε ειπεν ουχι πατερ αβρααμ αλλ εαν τισ απο νεκρων πορευθη προσ αυτουσ μετανοησουσιν
30ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλʼ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν.
31ειπεν δε αυτω ει μωσεωσ και των προφητων ουκ ακουουσιν ουδε εαν τισ εκ νεκρων αναστη πεισθησονται
31εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδʼ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Tip: use the ← and → keys to turn chapters.