ΚΟΡΙΝΘΙΟΥΣ Β΄
Chapter 3

ΚΟΡΙΝΘΙΟΥΣ Β΄

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1αρχομεθα παλιν εαυτουσ συνιστανειν ει μη χρηζομεν ωσ τινεσ συστατικων επιστολων προσ υμασ η εξ υμων συστατικων
1Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν
2η επιστολη ημων υμεισ εστε εγγεγραμμενη εν ταισ καρδιαισ ημων γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων
2ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων,
3φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθεισα υφ ημων εγγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντοσ ουκ εν πλαξιν λιθιναισ αλλ εν πλαξιν καρδιαισ σαρκιναισ
3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ᾽ ἐν πλαξὶν καρδίαις σαρκίναις.¶
4πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προσ τον θεον
4Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν·
5ουχ οτι ικανοι εσμεν αφ εαυτων λογισασθαι τι ωσ εξ εαυτων αλλ η ικανοτησ ημων εκ του θεου
5οὐχ ὅτι ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
6οσ και ικανωσεν ημασ διακονουσ καινησ διαθηκησ ου γραμματοσ αλλα πνευματοσ το γαρ γραμμα αποκτενει το δε πνευμα ζωοποιει
6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
7ει δε η διακονια του θανατου εν γραμμασιν εντετυπωμενη εν λιθοισ εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισαι τουσ υιουσ ισραηλ εισ το προσωπον μωυσεωσ δια την δοξαν του προσωπου αυτου την καταργουμενην
7εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
8πωσ ουχι μαλλον η διακονια του πνευματοσ εσται εν δοξη
8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
9ει γαρ η διακονια τησ κατακρισεωσ δοξα πολλω μαλλον περισσευει η διακονια τησ δικαιοσυνησ εν δοξη
9εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
10και γαρ ου δεδοξασται το δεδοξασμενον εν τουτω τω μερει ενεκεν τησ υπερβαλλουσησ δοξησ
10καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.
11ει γαρ το καταργουμενον δια δοξησ πολλω μαλλον το μενον εν δοξη
11εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.¶
12εχοντεσ ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα
12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
13και ου καθαπερ μωυσησ ετιθει καλυμμα επι το προσωπον εαυτου προσ το μη ατενισαι τουσ υιουσ ισραηλ εισ το τελοσ του καταργουμενου
13καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου·
14αλλ επωρωθη τα νοηματα αυτων αχρι γαρ τησ σημερον το αυτο καλυμμα επι τη αναγνωσει τησ παλαιασ διαθηκησ μενει μη ανακαλυπτομενον ο τι εν χριστω καταργειται
14ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται,
15αλλ εωσ σημερον ηνικα αναγινωσκεται μωυσησ καλυμμα επι την καρδιαν αυτων κειται
15ἀλλ᾽ ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
16ηνικα δ αν επιστρεψη προσ κυριον περιαιρειται το καλυμμα
16ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
17ο δε κυριοσ το πνευμα εστιν ου δε το πνευμα κυριου εκει ελευθερια
17ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου ἐλευθερία.
18ημεισ δε παντεσ ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξησ εισ δοξαν καθαπερ απο κυριου πνευματοσ
18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος.¶

Tip: use the ← and → keys to turn chapters.