ΣΟΦΟΝΙΑΣ 2
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΣΥΝΑΧΘΗΤΕ καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον,
1不知羞耻的国民哪,你们应当聚集! 趁命令没有发出, 日子过去如 风前的 糠, 耶和华的烈怒未临到你们, 他发怒的日子未到以先, 你们应当聚集前来。
2πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.
no verse 2 in this text
3ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνασθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.
3世上遵守耶和华典章的谦卑人哪, 你们都当寻求耶和华! 当寻求公义谦卑, 或者在耶和华发怒的日子可以隐藏起来。
4διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.
4迦萨 必致见弃; 亚实基伦 必然荒凉。 人在正午必赶出 亚实突 的民; 以革伦 也被拔出根来。
5οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφ᾿ ὑμᾶς, Χαναὰν γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας.
5住沿海之地的 基利提 族有祸了! 迦南 、 非利士 人之地啊,耶和华的话与你反对, 说 :我必毁灭你,以致无人居住。
6καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων.
6沿海之地要变为草场, 其上有牧人的住处和羊群的圈。
7καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ᾿ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀποστρέψει τὴν αἰχμαλωσίαν αὐτῶν.
7这地必为 犹大 家剩下的人所得; 他们必在那里牧放 群羊 , 晚上必躺卧在 亚实基伦 的房屋中; 因为耶和华—他们的 神必眷顾他们, 使他们被掳的人归回。
8Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου.
8我听见 摩押 人的毁谤和 亚扪 人的辱骂, 就是毁谤我的百姓,自夸自大, 侵犯他们的境界。
9διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.
9万军之耶和华— 以色列 的 神说: 我指着我的永生起誓: 摩押 必像 所多玛 , 亚扪 人必像 蛾摩拉 , 都变为刺草、盐坑、永远荒废之地。 我百姓所剩下的必掳掠他们; 我国中所余剩的必得着他们的地。
10αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα.
10这事临到他们是因他们骄傲,自夸自大, 毁谤万军之耶和华的百姓。
11ἐπιφανήσεται Κύριος ἐπ᾿ αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.
11耶和华必向他们显可畏之威, 因他必叫世上的诸神瘦弱。 列国海岛的居民各在自己的地方敬拜他。
12Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ρομφαίας μού ἐστε.
12古实 人哪,你们必被我的刀所杀。
13καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον.
13耶和华必伸手攻击北方,毁灭 亚述 , 使 尼尼微 荒凉,又干旱如旷野。
14καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καί ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.
14群畜,就是各国的走兽必卧在其中; 鹈鹕和箭猪要宿在柱顶上。 在窗户内有鸣叫的声音; 门槛都必毁坏, 香柏木已经露出。
15αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετ᾿ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.
15这是素来欢乐安然居住的城, 心里说:惟有我,除我以外再没有别的; 现在何竟荒凉成为野兽躺卧之处! 凡经过的人都必摇手嗤笑她。
Tip: use the ← and → keys to turn chapters.