ΡΟΥΘ 2
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ.
1拿俄米 的丈夫 以利米勒 的亲族中,有一个人名叫 波阿斯 ,是个大财主。
2καὶ εἶπε Ροὺθ ἡ Μωαβῖτις πρὸς Νωεμίν· πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ· πορεύου, θύγατερ.
2摩押 女子 路得 对 拿俄米 说:「容我往田间去,我蒙谁的恩,就在谁的身后拾取麦穗。」 拿俄米 说:「女儿啊,你只管去。」
3καὶ ἐπορεύθη καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσε περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ τοῦ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ.
3路得 就去了,来到田间,在收割的人身后拾取麦穗。她恰巧到了 以利米勒 本族的人 波阿斯 那块田里。
4καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βηθλεὲμ καὶ εἶπε τοῖς θερίζουσι· Κύριος μεθ᾿ ὑμῶν· καὶ εἶπον αὐτῷ· εὐλογήσαι σε Κύριος.
4波阿斯 正从 伯利恒 来,对收割的人说:「愿耶和华与你们同在!」他们回答说:「愿耶和华赐福与你!」
5καὶ εἶπε Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας· τίνος ἡ νεᾶνις αὕτη;
5波阿斯 问监管收割的仆人说:「那是谁家的女子?」
6καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὼς ἐπὶ τοὺς θερίζοντας καὶ εἶπεν· ἡ παῖς ἡ Μωαβῖτίς ἐστιν ἡ ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωὰβ
6监管收割的仆人回答说:「是那 摩押 女子,跟随 拿俄米 从 摩押 地回来的。
7καὶ εἶπε· συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθε καὶ ἔστη ἀπὸ πρωΐθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.
7她说:『请你容我跟着收割的人拾取打捆剩下的麦穗。』她从早晨直到如今,除了在屋子里坐一会儿,常在这里。」
8καὶ εἶπε Βοὸζ πρὸς Ρούθ· οὐκ ἤκουσας, θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν· ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου·
8波阿斯 对 路得 说:「女儿啊,听我说,不要往别人田里拾取麦穗,也不要离开这里,要常与我使女们在一处。
9οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν, οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψαισθαί σου· καὶ ὅτε διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἐὰν ὑδρεύωνται τὰ παιδάρια.
9我的仆人在那块田收割,你就跟着他们去。我已经吩咐仆人不可欺负你;你若渴了,就可以到器皿那里喝仆人打来的水。」
10καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε πρὸς αὐτόν· τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη;
10路得 就俯伏在地叩拜,对他说:「我既是外邦人,怎么蒙你的恩,这样顾恤我呢?」
11καὶ ἀπεκρίθη Βοὸζ καὶ εἶπεν αὐτῇ· ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαόν, ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης·
11波阿斯 回答说:「自从你丈夫死后,凡你向婆婆所行的,并你离开父母和本地,到素不认识的民中,这些事人全都告诉我了。
12ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.
12愿耶和华照你所行的赏赐你。你来投靠耶和华— 以色列 神的翅膀下,愿你满得他的赏赐。」
13ἡ δὲ εἶπεν· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.
13路得 说:「我主啊,愿在你眼前蒙恩。我虽然不及你的一个使女,你还用慈爱的话安慰我的心。」
14καὶ εἶπεν αὐτῇ Βοόζ· ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. καὶ ἐκάθισε Ροὺθ ἐκ πλαγίων τῶν θεριζόντων, καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγε καὶ ἐνεπλήσθη καὶ κατέλιπε.
14到了吃饭的时候, 波阿斯 对 路得 说:「你到这里来吃饼,将饼蘸在醋里。」 路得 就在收割的人旁边坐下;他们把烘了的穗子递给她。她吃饱了,还有余剩的。
15καὶ ἀνέστη τοῦ συλλέγειν, καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ λέγων· καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν·
15她起来又拾取麦穗, 波阿斯 吩咐仆人说:「她就是在捆中拾取麦穗,也可以容她,不可羞辱她;
16καὶ βαστάζοντες βαστάσατε αὐτῇ καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων· καὶ φάγεται καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.
16并要从捆里抽出些来,留在地下任她拾取,不可叱吓她。」
17καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐρράβδισεν ἃ συνέλεξε, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν.
17这样, 路得 在田间拾取麦穗,直到晚上,将所拾取的打了,约有一伊法大麦。
18καὶ ᾖρε καὶ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξε, καὶ ἐξενέγκασα Ροὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν, ἐξ ὧν ἐνεπλήσθη.
18她就把所拾取的带进城去给婆婆看,又把她吃饱了所剩的给了婆婆。
19καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς· ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος. καὶ ἀνήγγειλε Ροὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησε, καὶ εἶπε· τὸ ὄνομα τοῦ ἀνδρός, μεθ᾿ οὗ ἐποίησα σήμερον, Βοόζ.
19婆婆问她说:「你今日在哪里拾取麦穗,在哪里做工呢?愿那顾恤你的得福。」 路得 就告诉婆婆说:「我今日在一个名叫 波阿斯 的人那里做工。」
20εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς· εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμίν· ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι.
20拿俄米 对儿妇说:「愿那人蒙耶和华赐福,因为他不断地恩待活人死人。」 拿俄米 又说:「那是我们本族的人,是一个至近的亲属。」
21καὶ εἶπε Ροὺθ πρὸς τὴν πενθερὰν αὐτῆς· καί γε ὅτι εἶπε πρός με· μετὰ τῶν κορασίων τῶν ἐμῶν προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι.
21摩押 女子 路得 说:「他对我说:『你要紧随我的仆人 拾取麦穗 ,直等他们收完了我的庄稼。』」
22καὶ εἶπε Νωεμὶν πρὸς Ροὺθ τὴν νύμφην αὐτῆς· ἀγαθόν, θύγατερ, ὅτι ἐξῆλθες μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ.
22拿俄米 对儿妇 路得 说:「女儿啊,你跟着他的使女出去,不叫人遇见你在别人田间,这才为好。」
23καὶ προσεκολλήθη Ροὺθ τοῖς κορασίοις τοῦ Βοὸζ τοῦ συλλέγειν ἕως τοῦ συντελέσαι τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν.
23于是 路得 与 波阿斯 的使女常在一处拾取麦穗,直到收完了大麦和小麦。 路得 仍与婆婆同住。
Tip: use the ← and → keys to turn chapters.