ΨΑΛΜΟΙ 95
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
World English Bible
1¨Οτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν· ᾠδὴ τῷ Δαυΐδ. ΑΣΑΤΕ τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·
1Oh come, let’s sing to the LORD. Let’s shout aloud to the rock of our salvation!
2ᾄσατε τῷ Κυρίῳ· εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·
2Let’s come before his presence with thanksgiving. Let’s extol him with songs!
3ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
3For the LORD is a great God, a great King above all gods.
4ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς·
4In his hand are the deep places of the earth. The heights of the mountains are also his.
5ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.
5The sea is his, and he made it. His hands formed the dry land.
6ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
6Oh come, let’s worship and bow down. Let’s kneel before the LORD, our Maker,
7ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν·
7for he is our God. We are the people of his pasture, and the sheep in his care. Today, oh that you would hear his voice!
8ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ·
8Don’t harden your heart, as at Meribah, as in the day of Massah in the wilderness,
9προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
9when your fathers tempted me, tested me, and saw my work.
10εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
10Forty long years I was grieved with that generation, and said, “They are a people who err in their heart. They have not known my ways.”
11εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·
11Therefore I swore in my wrath, “They won’t enter into my rest.”
12χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ
no verse 12 in this text
13πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
no verse 13 in this text
Tip: use the ← and → keys to turn chapters.