ΙΩΒ 36
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΠΡΟΣΘΕΙΣ δὲ ἔτι Ἐλιοὺς λέγει·
1Προσθεὶς δὲ ἔτι Ἐλιοὺς, λέγει,
2μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις.
2Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις.
3ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ᾿ ἀληθείας
3Ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθείας,
4καὶ οὐκ ἄδικα ρήματα ἀδίκως συνιεῖς.
4καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνιεῖς.
5γίνωσκε δὲ ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύϊ καρδίας
5Γίνωσκε δὲ, ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, δυνατὸς ἰσχύϊ καρδίας
6ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει.
6ἀσεβῆ οὐ μὴ ζωοποιήσῃ, καὶ κρίμα πτωχῶν δώσει.
7οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
7Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ μετὰ βασιλέων εἰς θρόνον, καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
8καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας,
8Καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις, συσχεθήσονται ἐν σχοινίοις πενίας.
9καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
9Καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν, καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
10ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
10Ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
11ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
11Ἐὰν ἀκούσωσι, καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
12ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
12Ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον, καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
13Καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν, οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
14ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
14Ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
15ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πρᾳέων ἐκθήσει.
15ἀνθʼ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πραέων ἐκθήσει.
16καὶ προσέτι ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
16Καὶ προσεπιηπάτησέ σε ἐκ στόματος ἐχθροῦ, ἄβυσσος κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
17Οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
18θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις.
18θυμὸς δὲ ἐπʼ ἀσεβεῖς ἔσται, διʼ ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπʼ ἀδικίαις.
19μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
19Μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων,
20μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν·
20καὶ πάντας τοὺς κραταιοῦντας ἰσχὺν μὴ ἐξελκύσῃς τὴν νύκτα, τοῦ ἀναβῆναι λαοὺς ἀντʼ αὐτῶν,
21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τούτων γὰρ ἐξείλω ἀπὸ πτωχείας.
21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοκα· ἐπὶ τοὺτων γὰρ ἐξείλω ἀπὸ πτωχείας.
22ἰδοὺ ὁ Ἰσχυρὸς κραταιώσει ἐν ἰσχύϊ αὐτοῦ· τίς γάρ ἐστι κατ᾿ αὐτὸν δυνάστης;
22Ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστι κατʼ αὐτὸν δυνάστης;
23τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα;
23Τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπὼν, ἔπραξεν ἄδικα;
24μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες.
24Μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες.
25πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί.
25Πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί.
26ἰδοὺ ὁ Ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ, καὶ ἀπέραντος.
26Ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.
27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
27Ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην.
28ρυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28α ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν. 28β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος;
28Ῥυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ· ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν· ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος.
29καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
29Καὶ ἐὰν συνῇ ἐπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
30ἰδοὺ ἐκτενεῖ ἐπ᾿ αὐτὸν ἠδὼ καὶ ριζώματα τῆς θαλάσσης ἐκάλυψεν·
30ἰδοὺ ἐκτενεῖ ἐπʼ αὐτὸν ἠδὼ, καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
31ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.
31Ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.
32ἐπὶ χειρῶν ἐκάλυψε φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
32Ἐπὶ χειρῶν ἐκάλυψε φῶς, καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι.
33ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσις καὶ περὶ ἀδικίας.
33Ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσι καὶ περὶ ἀδικίας.
Tip: use the ← and → keys to turn chapters.