ΙΩΒ
Chapter 19
Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει·
1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
2ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως·
2Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως.
3καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
3Καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
4ναὶ δὴ ἐπ᾿ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ᾿ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ρήματα, ἃ οὐκ ἔδει, τὰ δὲ ρήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
4Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος· λαλῆσαι ῥῆματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
5ἔα δὲ ὅτι ἐπ᾿ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει.
5Ἔα δὲ, ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει.
6γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὕψωσεν.
6Γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν.
7ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
7Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
8κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.
8Κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ· ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.
9τὴν δὲ δόξαν ἀπ᾿ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου.
9Τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου.
10διέσπασέ με κύκλῳ καὶ ᾠχόμην· ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
10Διέσπασέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
11δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
11Δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
12ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ᾿ ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι.
12Ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοὶ, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι.
13ἀπ᾿ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.
13Ἀπʼ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν·
14οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
14Οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
15γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
15Γείτονες οἰκίας, θεράπαιναί τε μοῦ, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
16θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο.
16Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο.
17καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·
17Καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ καλακευων υἱοὺς παλλακίδων μου·
18οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ᾿ ἐμοῦ λαλοῦσιν.
18Οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο, ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.
19ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
19Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
20ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
20Ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
21ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι.
21Ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστί.
22διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
22Διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
23τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ρήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα;
23Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,
24ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι;
24ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι;
25οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς,
25Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων,
26ἀναστήσει δὲ τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,
26ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,
27ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσθαι ἐν κόλπῳ.
27ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε, καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
28εἰ δὲ καὶ ἐρεῖτε· τί ἐροῦμεν ἔναντι αὐτοῦ; καὶ ρίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·
28Εἰ δὲ καὶ ἐρεῖτε, τί ἐροῦμεν ἔναντι αὐτοῦ, καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ;
29εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπ᾿ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη.
29Εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται· καὶ τότε γνώσονται, ποῦ ἐστιν αὐτῶν ἡ ὕλη

Tip: use the ← and → keys to turn chapters.