ΙΕΡΕΜΙΑΣ 43
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
1エレミヤが、彼らの神、主が彼を遣わして語らせたすべての言葉、すなわちこれらすべての言葉を、すべての民に語り終えると、
2λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ Ἰούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ' ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ' ἡμερῶν Ἰωσία βασιλέως Ἰούδα καὶ ἕως τῆς ἡμέρας ταύτης·
2ホシャヤの子アザルヤ、カレアの子ヨハナン、および高ぶったすべての者たちはエレミヤに言った。「あなたは偽りを語っている。私たちの神、主は、『エジプトへ行って寄留してはならない』と言わせるために、あなたを遣わされたのではない。
3ἴσως ἀκούσεται ὁ οἶκος Ἰούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
3ネリヤの子バルクが、私たちをカルデア人の手に渡し、殺させるか、捕らえてバビロンへ連れて行かせるために、あなたを私たちに逆らわせているのだ。」
4καὶ ἐκάλεσεν Ἱερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος Ἱερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
4こうして、カレアの子ヨハナン、軍隊のすべての隊長たち、すべての民は、ユダの地に住むようにという主の声に聞き従わなかった。
5καὶ ἐνετείλατο Ἱερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.
5カレアの子ヨハナンと軍隊のすべての隊長たちは、追いやられていたすべての国々からユダの地に住むために帰って来た、ユダの残りの者を皆連れて行った。
6καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ἰούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς·
6男たち、女たち、子どもたち、王の娘たち、また親衛隊長ネブザラダンが、シャファンの孫でアヒカムの子であるゲダルヤに委ねて残したすべての者、預言者エレミヤ、ネリヤの子バルクを連れて行った。
7ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
7彼らは主の声に聞き従わず、エジプトの地へ入り、タフパンヘスまで来た。
8καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ Ἱερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου.
8その時、タフパンヘスで主の言葉がエレミヤに臨んで言われた。
9καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ Ἰωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν Ἱερουσαλὴμ καὶ οἶκος Ἰούδα.
9「大きな石を幾つか手に取り、ユダの人々が見ている前で、タフパンヘスにあるファラオの宮殿の入口にある、れんが敷きのモルタルの中に隠せ。
10καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ἱερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
10彼らにこう言え。『イスラエルの神、万軍の主はこう言われる。「見よ、わたしは人を遣わし、わたしのしもべであるバビロンの王ネブカドネザルを連れて来る。わたしが隠したこれらの石の上に彼の王座を据え、彼はその上に王の天幕を張る。
11καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου·
11彼は来て、エジプトの地を打つ。死に定められた者は死に、捕囚に定められた者は捕囚に、剣に定められた者は剣に渡される。
12καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ Ἐλνάθαν υἱὸς Ἀκχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανίου καὶ πάντες οἱ ἄρχοντες,
12わたしはエジプトの神々の家々に火をつける。彼はそれらを焼き、捕らえて持ち去る。羊飼いが衣を身にまとうように、彼はエジプトの地を身にまとい、そこから無事に出て行く。
13καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.
13彼はエジプトの地にあるベテ・シェメシュの柱を打ち砕き、エジプトの神々の家々を火で焼く。」』」
14καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν Ἰουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
no verse 14 in this text
15καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.
no verse 15 in this text
16καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους.
no verse 16 in this text
17καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους;
no verse 17 in this text
18καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι Ἱερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.
no verse 18 in this text
19καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ Ἱερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
no verse 19 in this text
20καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους.
no verse 20 in this text
21καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἰουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλισαμά· καὶ ἀνέγνω Ἰουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
no verse 21 in this text
22καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
no verse 22 in this text
23καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
no verse 23 in this text
24καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.
no verse 24 in this text
25καὶ Ἐλνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον.
no verse 25 in this text
26καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἱερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ Ἐσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν Ἱερεμίαν· καὶ κατεκρύβησαν.
no verse 26 in this text
27Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος Ἱερεμίου λέγων·
no verse 27 in this text
28πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακείμ.
no verse 28 in this text
29καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ' αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ' αὐτῆς ἄνθρωπος καὶ κτήνη;
no verse 29 in this text
30διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·
no verse 30 in this text
31καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν Ἰούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
no verse 31 in this text
32καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτῷ ἀπὸ στόματος Ἱερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.
no verse 32 in this text
Tip: use the ← and → keys to turn chapters.