ΗΣΑΙΑΣ
Chapter 8
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΚΑΙ εἶπε Κύριος πρός με· λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου· τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ.
1耶和華對我說:「你取一個大牌,拿人所用的筆,寫上『瑪黑珥‧沙拉勒‧哈施‧罷斯』。
2καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.
2我要用誠實的見證人,祭司 烏利亞 和 耶比利家 的兒子 撒迦利亞 記錄這事。」
3καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε Κύριός μοι· κάλεσον τὸν ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
3我- 以賽亞 與妻子同室;她懷孕生子,耶和華就對我說:「給他起名叫 瑪黑珥‧沙拉勒‧哈施‧罷斯 ;
4διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
4因為在這小孩子不曉得叫父叫母之先, 大馬士革 的財寶和 撒馬利亞 的擄物必在 亞述 王面前搬了去。」
5καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι·
5耶和華又曉諭我說:
6διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ρασεὶμ καὶ τὸν υἱὸν Ρομελίου βασιλέα ἐφ᾿ ὑμῶν,
6「這百姓既厭棄 西羅亞 緩流的水,喜悅 利汛 和 利瑪利 的兒子;
7διὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφ᾿ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
7因此,主必使大河翻騰的水猛然沖來,就是 亞述 王和他所有的威勢,必漫過一切的水道,漲過兩岸;
8καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεθ᾿ ἡμῶν ὁ Θεός.
8必沖入 猶大 ,漲溢氾濫,直到頸項。 以馬內利 啊,他展開翅膀,遍滿你的地。」
9γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε.
9列國的人民哪,任憑你們喧嚷,終必破壞; 遠方的眾人哪,當側耳而聽! 任憑你們束起腰來,終必破壞; 你們束起腰來,終必破壞。
10καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος, καὶ λόγον ὃν ἂν εἴπητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ᾿ ἡμῶν ὁ Θεός.
10任憑你們同謀,終歸無有; 任憑你們言定,終不成立; 因為上帝與我們同在。
11Οὕτω λέγει Κύριος· τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες·
11耶和華以大能的手,指教我不可行這百姓所行的道,對我這樣說:
12μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδ᾿ οὐ μὴ ταραχθῆτε·
12「這百姓說同謀背叛,你們不要說同謀背叛。他們所怕的,你們不要怕,也不要畏懼。
13Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος.
13但要尊萬軍之耶和華為聖,以他為你們所當怕的,所當畏懼的。
14καὶ ἐὰν ἐπ᾿ αὐτῷ πεποιθὼς ἦς, ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι· οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ.
14他必作為聖所,卻向 以色列 兩家作絆腳的石頭,跌人的磐石;向 耶路撒冷 的居民作為圈套和網羅。
15διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσι καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ.
15許多人必在其上絆腳跌倒,而且跌碎,並陷入網羅,被纏住。」
16Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.
16你要捲起律法 書 ,在我門徒中間封住訓誨。
17καὶ ἐρεῖ· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπόν αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ.
17我要等候那掩面不顧 雅各 家的耶和華;我也要仰望他。
18ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.
18看哪,我與耶和華所給我的兒女,就是從住在 錫安山 萬軍之耶和華來的,在 以色列 中作為預兆和奇蹟。
19καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς;
19有人對你們說:「當求問那些交鬼的和行巫術的,就是聲音綿蠻,言語微細的。」 你們便回答說 :「百姓不當求問自己的上帝嗎?豈可為活人 求問 死人呢?」
20νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ρῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ.
20人當以訓誨和法度為標準;他們所說的,若不與此相符,必不得見晨光。
21καὶ ἥξει ἐφ᾿ ὑμᾶς σκληρὰ λιμὸς καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω,
21他們必經過這地,受艱難,受飢餓;飢餓的時候,心中焦躁,咒罵自己的君王和自己的上帝。
22καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλίψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ.
22仰觀上天,俯察下地,不料,盡是艱難、黑暗,和幽暗的痛苦。 他們必 被趕入烏黑的黑暗中去。

Tip: use the ← and → keys to turn chapters.