ΗΣΑΙΑΣ
Chapter 28
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 28

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΟΥΑΙ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ· τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου.
1禍哉! 以法蓮 的酒徒, 住在肥美谷的山上, 他們心裏高傲, 以所誇的為冠冕, 猶如 將殘之花。
2ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσί.
2看哪,主有一大能大力者, 像一陣冰雹, 像毀滅的暴風, 像漲溢的大水, 他必用手將 冠冕 摔落於地。
3καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφραίμ.
3以法蓮 高傲的酒徒, 他的冠冕必被踏在腳下。
4καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ᾿ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖραν αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.
4那榮美將殘之花, 就是在肥美谷山上的, 必像夏令以前初熟的無花果; 看見這果的就注意, 一到手中就吞吃了。
5τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι μου λαῷ·
5到那日,萬軍之耶和華 必作他餘剩之民的榮冠華冕,
6καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.
6也作了在位上行審判者公平之靈, 並城門口打退仇敵者的力量。
7οὗτοι γὰρ οἴνω πεπλανημένοι εἰσίν, ἐπλανήθησαν διὰ τὸ σίκερα· ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τοῦτ᾿ ἔστι φάσμα.
7就是這 地的 人也因酒搖搖晃晃, 因濃酒東倒西歪。 祭司和先知因濃酒搖搖晃晃, 被酒所困, 因濃酒東倒西歪。 他們錯解默示, 謬行審判。
8ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας.
8因為各席上滿了嘔吐的污穢, 無一處 乾淨 。
9τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ;
9譏誚先知的說 : 他要將知識指教誰呢? 要使誰明白傳言呢? 是那剛斷奶離懷的嗎?
10θλῖψιν ἐπὶ θλῖψιν προσδέχου, ἐλπίδα ἐπ᾿ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν
10他竟命上加命,令上加令, 律上加律,例上加例, 這裏一點,那裏一點。
11διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ
11先知說 :不然,主要藉異邦人的嘴唇 和外邦人的舌頭對這百姓說話。
12λέγοντες αὐτῷ· τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν.
12他曾對他們說: 你們要使疲乏人得安息, 這樣才得安息,才得舒暢, 他們卻不肯聽。
13καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ Θεοῦ θλῖψις ἐπὶ θλῖψιν, ἐλπὶς ἐπ᾿ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσι καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.
13所以,耶和華向他們說的話是 命上加命,令上加令, 律上加律,例上加例, 這裏一點,那裏一點, 以致他們前行仰面跌倒, 而且跌碎,並陷入網羅被纏住。
14διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ·
14所以,你們這些褻慢的人, 就是轄管住在 耶路撒冷 這百姓的, 要聽耶和華的話。
15ὅτι εἴπατε· ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας, καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ᾿ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα.
15你們曾說: 我們與死亡立約, 與陰間結盟; 敵軍 如水 漲漫經過的時候, 必不臨到我們; 因我們以謊言為避所, 在虛假以下藏身。
16διὰ τοῦτο οὕτω λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
16所以,主耶和華如此說: 看哪,我在 錫安 放一塊石頭作為根基, 是試驗過的石頭, 是穩固根基,寶貴的房角 石 ; 信靠的人必不着急。
17καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς,
17我必以公平為準繩, 以公義為線鉈。 冰雹必沖去謊言的避所; 大水必漫過藏身之處。
18μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.
18你們與死亡所立的約必然廢掉, 與陰間所結的盟必立不住。 敵軍 如水 漲漫經過的時候, 你們必被他踐踏;
19ὅταν παρέλθῃ, λήψεται ὑμᾶς· πρωΐ πρωΐ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά· μάθετε ἀκούειν.
19每逢經過必將你們擄去。 因為每早晨他必經過, 白晝黑夜都必如此。 明白傳言的必受驚恐。
20στενοχωρούμενοι οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι.
20原來,床榻短,使人不能舒身; 被窩窄,使人不能遮體。
21ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών· μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.
21耶和華必興起,像在 毗拉心山 ; 他必發怒,像在 基遍谷 , 好做成他的工,就是非常的工; 成就他的事,就是奇異的事。
22καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοὶ διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ Κυρίου σαβαώθ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.
22現在你們不可褻慢, 恐怕捆你們的綁索更結實了; 因為我從主-萬軍之耶和華那裏聽見, 已經決定在全地上施行滅絕的事。
23ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούεται τοὺς λόγους μου.
23你們當側耳聽我的聲音, 留心聽我的言語。
24μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν;
24那耕地為要撒種的, 豈是常常耕地呢? 豈是常常開墾耙地呢?
25οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μελάνθιον ἢ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου;
25他拉平了地面, 豈不就撒種小茴香, 播種大茴香, 按行列種小麥, 在定處種大麥, 在田邊種粗麥呢?
26καὶ παιδευθήσῃ κρίματι Θεοῦ σου καὶ εὐφρανθήσῃ.
26因為他的上帝教導他務農相宜, 並且指教他。
27οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸν κύμινον, ἀλλὰ ράβδῳ τινάσσεται τὸ μελάνθιον,
27原來打小茴香,不用尖利的器具, 軋大茴香,也不用碌碡; 但用杖打小茴香, 用棍打大茴香。
28τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγώ εἰμι ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.
28做餅的 糧食 是用磨磨碎, 因它不必常打; 雖用碌碡和馬打散, 卻不磨它。
29καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθε τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.
29這也是出於萬軍之耶和華- 他的謀略奇妙; 他的智慧廣大。

Tip: use the ← and → keys to turn chapters.