ΙΕΖΕΚΙΗΛ 20
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ, ἐν τῷ πέμπτῳ μηνί, δεκάτῃ τοῦ μηνός, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ ἐπερωτῆσαι τὸν Κύριον καὶ ἐκάθισαν πρὸ προσώπου μου.
1Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προσώπου μου.
2καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
3υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ οἴκου Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος·
3υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ, εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος.
4εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς
4Εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου; τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς,
5καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀφ' ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ἰακὼβ καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν,
5καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, Ἀφʼ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ, καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ἰακώβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου, καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, λέγων, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν·
6ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.
6Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.
7καὶ εἶπα πρὸς αὐτούς· ἕκαστος βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀπορριψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
7Καὶ εἶπα πρὸς αὐτοὺς, ἕκαστος βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀποῤῥιψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
8καὶ ἀπέστησαν ἀπ' ἐμοῦ καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου.
8Καὶ ἀπέστησαν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέῤῥιψαν, καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον· καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς, τοῦ συντελέσαι ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ τῆς Αἰγύπτου.
9καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
9Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
10καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον
10Καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον,
11καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς.
11καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς.
12καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.
12Καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.
13καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἐν τοῖς προστάγμασί μου πορεύεσθε· καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς.
13Καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν τοῖς προστάγμασί μου πορεύεσθε· καὶ οὐκ ἐπορεύθησαν· καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς· καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα· καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ ἐξαναλῶσαι αὐτούς.
14καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν.
14Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.
15καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν,
15Καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν, τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι· κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν·
16ἀνθ' ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο.
16Ἀνθʼ ὧν τὰ δικαιώματά μου ἀπώσαντο, καὶ ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο.
17καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπ' αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ.
17Καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπʼ αὐτοὺς, τοῦ ἐξαλεῖψαι αὐτοὺς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ.
18καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ· ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε.
18Καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ, ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε, καὶ μὴ μιαίνεσθε.
19ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ἐν τοῖς προστάγμασί μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε, καὶ ποιεῖτε αὐτά·
19Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσεσθε, καὶ ποιεῖτε αὐτά.
20καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
20Καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
21καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν, ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ' αὐτούς·
21Καὶ παρεπίκρανάν με, καὶ τὰ τέκνα αὐτῶν ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτὰ, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν· καῖ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπʼ αὐτούς.
22καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν.
22Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, καὶ ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.
23καὶ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,
23Ἐξῇρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι, διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,
24ἀνθ' ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.
24ἀνθʼ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν, καὶ τὰ προστάγματά μου ἀπώσαντο, καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.
25καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.
25Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.
26καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς.
26Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόγμασιν αὐτῶν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς.
27Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ.
27Διατοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν ἐν οἷς παρέπεσον εἰς ἐμέ.
28καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν, ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν αὐτοῖς, καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν.
28Καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ᾖρα τὴν χεῖρά μου δοῦναι αὐτὴν αὐτοῖς· καὶ ἴδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας, καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν.
29καὶ εἶπον πρὸς αὐτούς· τί ἐστιν Ἀβαμά, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἀβαμὰ ἕως τῆς σήμερον ἡμέρας.
29Καὶ εἶπον πρὸς αὐτοὺς, τί ἐστιν Ἀβαμὰ, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἀβαμὰ, ἕως τῆς σήμερον ἡμέρας·
30διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος· εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε,
30Διατοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος, εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε, καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε,
31καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς, οἷς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος τοῦ Ἰσραήλ; ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.
31καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς οἷς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν οἶκος τοῦ Ἰσραήλ; Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.
32καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε· ἐσόμεθα ὡς τὰ ἔθνη καὶ ὡς αἱ φυλαὶ τῆς γῆς τοῦ λατρεύειν ξύλοις καὶ λίθοις.
32Καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε, ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις.
33διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφ' ὑμᾶς·
33Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφʼ ὑμᾶς,
34καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, οὗ διεσκορπίσθητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ.
34καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν οὗ διεσκορπίσθητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ.
35καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον.
35Καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ προσώπον.
36ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος·
36Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ γῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος.
37καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ράβδον μου καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ
37Καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ.
38καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος.
38Καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος.
39καὶ ὑμεῖς οἶκος Ἰσραήλ, τάδε λέγει Κύριος Κύριος· ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·
39Καὶ ὑμεῖς οἶκος Ἰσραὴλ, τάδε λέγει Κύριος Κύριος, ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε, καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·
40διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος, καὶ ἐκεῖ προσδέξομαι καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν·
40Διότι ἐπι τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπʼ ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος· καὶ ἐκεῖ προσδέξομαι, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν, ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν.
41ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν, ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ' ὀφθαλμοὺς τῶν λαῶν.
41Ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς τῶν λαῶν.
42καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, εἰς τὴν γῆν, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν.
42Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, εἰς τὴν γῆν εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν.
43καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν.
43Καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν.
44καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος. (Μασ. ΚΑ 1).
44Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς, καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος.
45καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
no verse 45 in this text
46υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ
no verse 46 in this text
47καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ· ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ·
no verse 47 in this text
48καὶ ἐπιγνώσεται πᾶσα σὰρξ ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ καὶ οὐ σβεσθήσεται.
no verse 48 in this text
49καὶ εἶπα· μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρός με· οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;
no verse 49 in this text
Tip: use the ← and → keys to turn chapters.