ΙΕΖΕΚΙΗΛ
Chapter 11
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 11

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΚΑΙ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ἰεζονίαν τὸν τοῦ Ἔζερ καὶ Φαλτίαν τὸν τοῦ Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ.
1靈將我舉起,帶到耶和華殿向東的東門。誰知,在門口有二十五個人,我見其中有民間的首領 押朔 的兒子 雅撒尼亞 和 比拿雅 的兒子 毗拉提 。
2καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ,
2耶和華對我說:「人子啊,這就是圖謀罪孽的人,在這城中給人設惡謀。
3οἱ λέγοντες· οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δέ τὰ κρέα.
3他們說:『蓋房屋的時候尚未臨近;這城是鍋,我們是肉。』
4διὰ τοῦτο προφήτευσον ἐπ᾿ αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου.
4人子啊,因此你當說預言,說預言攻擊他們。」
5καὶ ἔπεσεν ἐπ᾿ ἐμὲ πνεῦμα Κυρίου καὶ εἶπε πρός με· λέγε· τάδε λέγει Κύριος· οὕτως εἴπατε, οἶκος Ἰσραήλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.
5耶和華的靈降在我身上,對我說:「你當說,耶和華如此說: 以色列 家啊,你們口中所說的,心裏所想的,我都知道。
6ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν.
6你們在這城中殺人增多,使被殺的人充滿街道。
7διὰ τοῦτο τάδε λέγει Κύριος· τοὺς νεκροὺς ὑμῶν, οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσι τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστί, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς.
7所以主耶和華如此說:你們殺在城中的人就是肉,這城就是鍋;你們卻要從其中被帶出去。
8ρομφαίαν φοβεῖσθε, καὶ ρομφαίαν ἐπάξω ἐφ᾿ ὑμᾶς, λέγει Κύριος·
8你們怕刀劍,我必使刀劍臨到你們。這是主耶和華說的。
9καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα.
9我必從這城中帶出你們去,交在外邦人的手中,且要在你們中間施行審判。
10ἐν ρομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.
10你們必倒在刀下;我必在 以色列 的境界審判你們,你們就知道我是耶和華。
11αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὀρέων τοῦ Ἰσραὴλ κρινῶ ὑμᾶς,
11這城必不作你們的鍋,你們也不作其中的肉。我必在 以色列 的境界審判你們,
12καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
12你們就知道我是耶和華;因為你們沒有遵行我的律例,也沒有順從我的典章,卻隨從你們四圍列國的惡規。」
13Καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτίας ὁ τοῦ Βαναίου ἀπέθανε, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα· οἴμοι οἴμοι, Κύριε, εἰς συντέλειαν ποιεῖς σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ;
13我正說預言的時候, 比拿雅 的兒子 毗拉提 死了。於是我俯伏在地,大聲呼叫說:「哎!主耶和華啊,你要將 以色列 剩下的人滅絕淨盡嗎?」
14Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
14耶和華的話臨到我說:
15υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ἱερουσαλήμ· μακρὰν ἀπέχετε ἀπὸ τοῦ Κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.
15「人子啊, 耶路撒冷 的居民對你的弟兄、你的本族、你的親屬、 以色列 全家,就是對大眾說:『你們遠離耶和華吧!這地是賜給我們為業的。』
16διὰ τοῦτον εἰπόν· τάδε λέγει Κύριος· ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.
16所以你當說:『耶和華如此說:我雖將 以色列 全家遠遠遷移到列國中,將他們分散在列邦內,我還要在他們所到的列邦,暫作他們的聖所。』
17διὰ τοῦτο εἶπόν· τάδε λέγει Κύριος· καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ἰσραήλ.
17你當說:『主耶和華如此說:我必從萬民中招聚你們,從分散的列國內聚集你們,又要將 以色列 地賜給你們。』
18καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσι πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς.
18他們必到那裏,也必從其中除掉一切可憎可厭的物。
19καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην·
19我要使他們有合一的心,也要將新靈放在他們裏面,又從他們肉體中除掉石心,賜給他們肉心,
20ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.
20使他們順從我的律例,謹守遵行我的典章。他們要作我的子民,我要作他們的上帝。
21καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς τὰς κεφαλάς αὐτῶν δέδωκα, λέγει Κύριος.
21至於那些心中隨從可憎可厭之物的,我必照他們所行的報應在他們頭上。這是主耶和華說的。」
22Καὶ ἐξῇραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ᾿ αὐτὰ ὑπεράνω αὐτῶν.
22於是,基路伯展開翅膀,輪子都在他們旁邊;在他們以上有 以色列 上帝的榮耀。
23καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως.
23耶和華的榮耀從城中上升,停在城東的那座山上。
24καὶ ἀνέλαβέ με πνεῦμα καὶ ἤγαγέ με εἰς γῆς Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι Θεοῦ. καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον.
24靈將我舉起,在異象中藉着上帝的靈將我帶進 迦勒底 地,到被擄的人那裏;我所見的異象就離我上升去了。
25καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι.
25我便將耶和華所指示我的一切事都說給被擄的人聽。

Tip: use the ← and → keys to turn chapters.