ΙΕΖΕΚΙΗΛ 21
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
1耶和華的話臨到我說:
2διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ
2「人子啊,你要面向 耶路撒冷 和聖所滴下預言,攻擊 以色列 地。
3καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον·
3對 以色列 地說,耶和華如此說:我與你為敵,並要拔刀出鞘,從你中間將義人和惡人一併剪除。
4ἀνθ' ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ·
4我既要從你中間剪除義人和惡人,所以我的刀要出鞘,自南至北攻擊一切有血氣的;
5καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ οὐκ ἀποστρέψει οὐκέτι.
5一切有血氣的就知道我-耶和華已經拔刀出鞘,必不再入鞘。
6καὶ σὺ υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν.
6人子啊,你要歎息,在他們眼前彎着腰,苦苦地歎息。
7καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς· ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει Κύριος.
7他們問你說:『為何歎息呢?』你就說:『因為有風聲、 災禍 要來。人心都必消化,手都發軟,精神衰敗,膝弱如水。看哪,這 災禍 臨近,必然成就。這是主耶和華說的。』」
8καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
8耶和華的話臨到我說:
9υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς· τάδε λέγει Κύριος· εἰπόν· ρομφαία ρομφαία, ὀξύνου καὶ θυμώθητι,
9「人子啊,你要預言。耶和華吩咐我如此說: 有刀、有刀, 是磨快擦亮的;
10ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουδένει, ἀπωθοῦ πᾶν ξύλον.
10磨快為要行殺戮, 擦亮為要像閃電。 我們豈可快樂嗎? 罰 我子的杖藐視各樹。
11καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ρομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος.
11這刀已經交給人擦亮,為要應手使用。這刀已經磨快擦亮,好交在行殺戮的人手中。
12ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου, αὐτὴ ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν ἐπὶ ρομφαίᾳ, ἐγένετο ἐν τῷ λαῷ μου. διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου,
12人子啊,你要呼喊哀號,因為這刀臨到我的百姓和 以色列 一切的首領。他們和我的百姓都交在刀下,所以你要拍腿 歎息 。
13ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη; οὐκ ἔσται, λέγει Κύριος Κύριος.
13有試驗的事;若那藐視的杖歸於無有,怎麼樣呢?這是主耶和華說的。
14καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ρομφαίαν· ἡ τρίτη ρομφαία τραυματιῶν ἐστι, ρομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς,
14「人子啊,你要拍掌預言。我- 耶和華 要使這刀,就是致死傷的刀,一連三次加倍 刺人 ,進入他們的內屋,使大人受死傷的就是這刀。
15ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ρομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν.
15我設立這恐嚇人的刀,攻擊他們的一切城門,使他們的心消化,加增他們跌倒的事。哎!這刀造得像閃電,磨得尖利,要行殺戮。
16καὶ διαπορεύου, ὀξύνου, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται.
16刀啊,你歸在右邊,擺在左邊;你面向哪方,就向那方 殺戮 。
17καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἀναφήσω τόν θυμόν μου· ἐγὼ Κύριος λελάληκα.
17我也要拍掌,並要使我的忿怒止息。這是我-耶和華說的。」
18Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
18耶和華的話又臨到我說:
19καὶ σὺ υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς
19「人子啊,你要定出兩條路,好使 巴比倫 王的刀來。這兩條路必從一地分出來,又要在通城的路口上畫出一隻手來。
20τοῦ εἰσελθεῖν ρομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις τοῦ εἰσελθεῖν ρομφαίαν ἐπὶ Ραββὰθ υἱῶν Ἀμμὼν καὶ ἐπὶ τὴν Ἰουδαίαν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐν μέσῳ αὐτῆς.
20你要定出一條路,使刀來到 亞捫 人的 拉巴 ;又要定出一條路,使刀來到 猶大 的堅固城 耶路撒冷 。
21διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ράβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ κατασκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ.
21因為 巴比倫 王站在岔路那裏,在兩條路口上要占卜。他搖籤求問神像,察看 犧牲的 肝;
22ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις.
22在右手中拿着為 耶路撒冷 占卜的籤,使他安設撞城錘,張口叫殺,揚聲吶喊,築壘造臺,以撞城錘,攻打城門。
23καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι.
23據那些曾起誓的 猶大 人看來,這是虛假的占卜;但 巴比倫 王要使他們想起罪孽,以致將他們捉住。」
24διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθ' ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε.
24主耶和華如此說:「因你們的過犯顯露,使你們的罪孽被記念,以致你們的罪惡在行為上都彰顯出來;又因你們被記念,就被捉住。
25καὶ σύ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραήλ, οὗ ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας,
25你這受死傷行惡的 以色列 王啊,罪孽的盡頭到了,受報的日子已到。
26τάδε λέγει Κύριος· ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον· αὕτη οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν καὶ ὕψωσας τὸ ταπεινόν.
26主耶和華如此說:當除掉冠,摘下冕,景況必不再像先前;要使卑者升為高,使高者降為卑。
27ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν, οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.
27我要將 這國 傾覆,傾覆,而又傾覆;這 國 也必不再有,直等到那應得的人來到,我就賜給 他 。」
28Καὶ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς· ρομφαία ρομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς
28「人子啊,要發預言說:主耶和華論到 亞捫 人和他們的凌辱,吩咐我如此說:有刀,有拔出來的刀,已經擦亮,為行殺戮,使他像閃電以行吞滅。
29ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ὧν ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας.
29人為你見虛假的異象,行謊詐的占卜,使你倒在受死傷之惡人的頸項上。他們罪孽到了盡頭,受報的日子已到。
30ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε
30你將刀收入鞘吧!在你受造之處、生長之地,我必刑罰你。
31καὶ ἐκχεῶ ἐπὶ σέ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν.
31我必將我的惱恨倒在你身上,將我烈怒的火噴在你身上;又將你交在善於殺滅的畜類人手中。
32ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.
32你必當柴被火焚燒;你的血必 流 在國中。你必不再被記念,因為這是我-耶和華說的。」
Tip: use the ← and → keys to turn chapters.