ΕΚΚΛΗΣΙΑΣΤΗΣ 7
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΑΓΑΘΟΝ ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως.
1名譽強如美好的膏油;人死的日子勝過人生的日子。
2ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν αὐτοῦ.
2往遭喪的家去, 強如往宴樂的家去; 因為 死 是眾人的結局, 活人也必將這事放在心上。
3ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.
3憂愁強如喜笑; 因為面帶愁容,終必使心喜樂。
4καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.
4智慧人的心在遭喪之家; 愚昧人的心在快樂之家。
5ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούοντα ᾆσμα ἀφρόνων·
5聽智慧人的責備, 強如聽愚昧人的歌唱。
6ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης.
6愚昧人的笑聲, 好像鍋下燒荊棘的爆聲; 這也是虛空。
7ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτοῦ.
7勒索使智慧人變為愚妄; 賄賂能敗壞人的慧心。
8ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.
8事情的終局強如事情的起頭; 存心忍耐的,勝過居心驕傲的。
9μὴ σπεύσῃς ἐν πνεύματί σου τοῦ θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται.
9你不要心裏急躁惱怒, 因為惱怒存在愚昧人的懷中。
10μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου.
10不要說: 先前的日子強過如今的日子, 是甚麼緣故呢? 你這樣問,不是出於智慧。
11ἀγαθὴ σοφία μετὰ κληρονομίας καὶ περισσεία τοῖς θεωροῦσι τὸν ἥλιον·
11智慧和產業並好, 而且見天日的人得智慧更為有益。
12ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ᾿ αὐτῆς.
12因為智慧護庇人, 好像銀錢護庇人一樣。 惟獨智慧能保全智慧人的生命。 這就是知識的益處。
13ἰδὲ τὰ ποιήματα τοῦ Θεοῦ· ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι ὃν ἂν ὁ Θεὸς διαστρέψῃ αὐτόν;
13你要察看上帝的作為; 因上帝使為曲的,誰能變為直呢?
14ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ καὶ ἐν ἡμέρᾳ κακίας ἰδέ· καί γε σὺν τούτῳ συμφώνως τοῦτο ἐποίησεν ὁ Θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ οὐδέν.
14遇亨通的日子你當喜樂;遭患難的日子你當思想;因為上帝使這兩樣並列,為的是叫人查不出身後有甚麼事。
15Σὺν τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότητός μου. ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καί ἐστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.
15有義人行義,反致滅亡;有惡人行惡,倒享長壽。這都是我在虛度之日中所見過的。
16μὴ γίνου δίκαιος πολύ, μηδὲ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς.
16不要行義過分,也不要過於自逞智慧,何必自取敗亡呢?
17μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.
17不要行惡過分,也不要為人愚昧,何必不到期而死呢?
18ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι φοβουμένοις τὸν Θεὸν ἐξελεύσεται τὰ πάντα.
18你持守這個為美,那個也不要鬆手;因為敬畏上帝的人,必從這兩樣出來。
19Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει·
19智慧使有智慧的人比城中十個官長更有能力。
20ὅτι ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὅς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται.
20時常行善而不犯罪的義人,世上實在沒有。
21καί γε εἰς πάντας λόγους, οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε·
21人所說的一切話,你不要放在心上,恐怕聽見你的僕人咒詛你。
22ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους.
22因為你心裏知道,自己也曾屢次咒詛別人。
23Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· εἶπα· σοφισθήσομαι,
23我曾用智慧試驗這一切事;我說,要得智慧,智慧卻離我遠。
24καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾿ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;
24萬事 之理 ,離 我 甚遠,而且最深,誰能測透呢?
25ἐκύκλωσα ἐγώ, καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατασκέψασθαι καὶ τοῦ ζητῆσαι σοφίαν καὶ ψῆφον καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν.
25我轉念,一心要知道,要考察,要尋求智慧和 萬事的 理由;又要知道邪惡為愚昧,愚昧為狂妄。
26καὶ εὑρίσκω ἐγὼ αὐτὴν καὶ ἐρῶ πικρότερον ὑπὲρ θάνατον, σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ Θεοῦ ἐξαιρεθήσεται ἀπ᾿ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.
26我得知有等婦人比死還苦:她的心是網羅,手是鎖鍊。凡蒙上帝喜悅的人必能躲避她;有罪的人卻被她纏住了。
27ἰδὲ τοῦτο εὗρον, εἶπεν ὁ ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν,
27傳道者說:「看哪,一千男子中,我找到一個 正直人 ,但眾女子中,沒有找到一個。」我 將這事 一一比較,要尋求其理,我心仍要尋找,卻未曾找到。
28ὃν ἐπεζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὗρον· καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον.
no verse 28 in this text
29πλὴν ἰδὲ τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ Θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.
29我所找到的只有一件,就是上帝造人原是正直,但他們尋出許多巧計。
Tip: use the ← and → keys to turn chapters.