ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β
Chapter 3
Septuagint (Greek Old Te…
vs Berean Standard Bi…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 3

Septuagint (Greek Old Testament), second edition
Berean Standard Bible
1ΚΑΙ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλὴμ ἐν ὄρει τοῦ Ἀμωρία, οὗ ὤφθη Κύριος τῷ Δαυὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ, ᾧ ἡτοίμασε Δαυὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
1Then Solomon began to build the house of the LORD in Jerusalem on Mount Moriah, where the LORD had appeared to his father David. This was the place that David had prepared on the threshing floor of Ornan the Jebusite.
2καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.
2Solomon began construction on the second day of the second month in the fourth year of his reign.
3καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὗρος πήχεων εἴκοσι.
3The foundation that Solomon laid for the house of God was sixty cubits long and twenty cubits wide, according to the old standard.
4καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.
4The portico at the front, extending across the width of the temple, was twenty cubits long and twenty cubits high. He overlaid the inside with pure gold.
5καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσε ξύλοις κεδρίνοις καὶ κατεχρύσωσε χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ' αὐτοῦ φοίνικας καὶ χαλαστά.
5He paneled the main room with cypress, which he overlaid with fine gold and decorated with palm trees and chains.
6καὶ ἐκόσμησε τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ ἐχρύσωσε χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουΐμ
6He adorned the temple with precious stones for beauty, and its gold was from Parvaim.
7καὶ ἐχρύσωσε τὸν οἶκον καὶ τοὺς τοίχους αὐτοῦ καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψε Χερουβὶμ ἐπὶ τῶν τοίχων.
7He overlaid its beams, thresholds, walls, and doors with gold, and he carved cherubim on the walls.
8καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ τὸ εὗρος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς Χερουβὶμ εἰς τάλαντα ἑξακόσια.
8Then he made the Most Holy Place; its length corresponded to the width of the temple—twenty cubits long and twenty cubits wide. And he overlaid the inside with six hundred talents of fine gold.
9καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου. καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ.
9The weight of the nails was fifty shekels of gold. He also overlaid the upper area with gold.
10καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων Χερουβὶμ δύο, ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.
10In the Most Holy Place he made two cherubim of sculptured work, and he overlaid them with gold.
11καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ Χεροὺβ τοῦ ἑτέρου·
11The total wingspan of the cherubim was twenty cubits. One wing of the first cherub was five cubits long and touched the wall of the temple, and its other wing was five cubits long and touched the wing of the other cherub.
no verse 12 in this text
12The wing of the second cherub also measured five cubits and touched the wall of the temple, while its other wing measured five cubits and touched the wing of the first cherub.
13καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τούτων διαπεπετασμέναι πήχεων εἴκοσι· καὶ αὐτὰ ἑστηκόκα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον.
13So the total wingspan of these cherubim was twenty cubits. They stood on their feet, facing the main room.
14καὶ ἐποίησε τὸ καταπέτασμα ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ Χερουβίμ.
14He made the veil of blue, purple, and crimson yarn and fine linen, with cherubim woven into it.
15καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο, πήχεων τριακονταπέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε.
15In front of the temple he made two pillars, which together were thirty-five cubits high, each with a capital on top measuring five cubits.
16καὶ ἐποίησε σερσερὼθ ἐν τῷ δαβὶρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων. καὶ ἐποίησε ροΐσκους ἑκατὸν καὶ ἐποίησε ροΐσκους ἐπὶ τῶν χαλαστῶν.
16He made interwoven chains and put them on top of the pillars. He made a hundred pomegranates and fastened them into the chainwork.
17καὶ ἔστησε τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.
17Then he set up the pillars in front of the temple, one on the south and one on the north. The pillar on the south he named Jachin, and the pillar on the north he named Boaz.

Tip: use the ← and → keys to turn chapters.