ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 29
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
World English Bible
1ΚΑΙ Ἐζεκίας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσιν ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀββὰ θυγάτηρ Ζαχαρίου.
1Hezekiah began to reign when he was twenty-five years old, and he reigned twenty-nine years in Jerusalem. His mother’s name was Abijah, the daughter of Zechariah.
2καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
2He did that which was right in the LORD’s eyes, according to all that David his father had done.
3καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ μηνὶ τῷ πρώτῳ ἀνέῳξε τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.
3In the first year of his reign, in the first month, he opened the doors of the LORD’s house and repaired them.
4καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλῖτος τὸ πρὸς ἀνατολὰς καὶ εἶπεν αὐτοῖς·
4He brought in the priests and the Levites and gathered them together into the wide place on the east,
5ἀκούσατε, οἱ Λευῖται, νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων·
5and said to them, “Listen to me, you Levites! Now sanctify yourselves, and sanctify the house of the LORD, the God of your fathers, and carry the filthiness out of the holy place.
6ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα
6For our fathers were unfaithful, and have done that which was evil in the LORD our God’s sight, and have forsaken him, and have turned away their faces from the habitation of the LORD, and turned their backs.
7καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ Ἰσραήλ.
7Also they have shut up the doors of the porch, and put out the lamps, and have not burned incense nor offered burnt offerings in the holy place to the God of Israel.
8καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.
8Therefore the LORD’s wrath was on Judah and Jerusalem, and he has delivered them to be tossed back and forth, to be an astonishment and a hissing, as you see with your eyes.
9καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.
9For behold, our fathers have fallen by the sword, and our sons and our daughters and our wives are in captivity for this.
10ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην Κυρίου Θεοῦ Ἰσραήλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφ' ἡμῶν.
10Now it is in my heart to make a covenant with the LORD, the God of Israel, that his fierce anger may turn away from us.
11καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας.
11My sons, don’t be negligent now; for the LORD has chosen you to stand before him, to minister to him, and that you should be his ministers and burn incense.”
12καὶ ἀνέστησαν οἱ Λευῖται, Μαὰθ ὁ τοῦ Ἀμασὶ καὶ Ἰωὴλ ὁ τοῦ Ἀζαρίου ἐκ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Μεραρὶ Κὶς ὁ τοῦ Ἀβδὶ καὶ Ἀζαρίας ὁ τοῦ Ἰαλλελήλ, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνὶ Ἰωδαὰδ ὁ τοῦ Ζεμμὰθ καὶ Ἰωαδὰμ ὁ τοῦ Ἰωαχά,
12Then the Levites arose: Mahath, the son of Amasai, and Joel the son of Azariah, of the sons of the Kohathites; and of the sons of Merari, Kish the son of Abdi, and Azariah the son of Jehallelel; and of the Gershonites, Joah the son of Zimmah, and Eden the son of Joah;
13καὶ τῶν υἱῶν Ἐλισαφὰν Ζαμβρὶ καὶ Ἰεϊήλ, καὶ τῶν υἱῶν Ἀσὰφ Ζαχαρίας καὶ Ματθανίας,
13and of the sons of Elizaphan, Shimri and Jeuel; and of the sons of Asaph, Zechariah and Mattaniah;
14καὶ τῶν υἱῶν Αἰμὰν Ἰεϊὴλ καὶ Σεμεΐ, καὶ τῶν υἱῶν Ἰδιθοὺν Σαμαίας καὶ Ὀζιήλ,
14and of the sons of Heman, Jehuel and Shimei; and of the sons of Jeduthun, Shemaiah and Uzziel.
15καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου καθαρίσαι τὸν οἶκον Κυρίου.
15They gathered their brothers, sanctified themselves, and went in, according to the commandment of the king by the LORD’s words, to cleanse the LORD’s house.
16καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κέδρων ἔξω.
16The priests went into the inner part of the LORD’s house to cleanse it, and brought out all the uncleanness that they found in the LORD’s temple into the court of the LORD’s house. The Levites took it from there to carry it out to the brook Kidron.
17καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.
17Now they began on the first day of the first month to sanctify, and on the eighth day of the month they came to the LORD’s porch. They sanctified the LORD’s house in eight days, and on the sixteenth day of the first month they finished.
18καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν· ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς·
18Then they went in to Hezekiah the king within the palace and said, “We have cleansed all the LORD’s house, including the altar of burnt offering with all its vessels, and the table of show bread with all its vessels.
19καὶ πάντα τὰ σκεύη, ἃ ἐμίανεν ὁ βασιλεὺς Ἄχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν, ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου Κυρίου.
19Moreover, we have prepared and sanctified all the vessels which King Ahaz threw away in his reign when he was unfaithful. Behold, they are before the LORD’s altar.”
20καὶ ὤρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον Κυρίου
20Then Hezekiah the king arose early, gathered the princes of the city, and went up to the LORD’s house.
21καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραὴλ καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.
21They brought seven bulls, seven rams, seven lambs, and seven male goats, for a sin offering for the kingdom, for the sanctuary, and for Judah. He commanded the priests the sons of Aaron to offer them on the LORD’s altar.
22καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ·
22So they killed the bulls, and the priests received the blood and sprinkled it on the altar. They killed the rams and sprinkled the blood on the altar. They also killed the lambs and sprinkled the blood on the altar.
23καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ' αὐτούς,
23They brought near the male goats for the sin offering before the king and the assembly; and they laid their hands on them.
24καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καί ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ, ὅτι εἶπεν ὁ βασιλεύς, περὶ παντὸς Ἰσραὴλ ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.
24Then the priests killed them, and they made a sin offering with their blood on the altar, to make atonement for all Israel; for the king commanded that the burnt offering and the sin offering should be made for all Israel.
25καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις καί ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν.
25He set the Levites in the LORD’s house with cymbals, with stringed instruments, and with harps, according to the commandment of David, of Gad the king’s seer, and Nathan the prophet; for the commandment was from the LORD by his prophets.
26καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι.
26The Levites stood with David’s instruments, and the priests with the trumpets.
27καὶ εἶπεν Ἐζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως Ἰσραήλ.
27Hezekiah commanded them to offer the burnt offering on the altar. When the burnt offering began, the LORD’s song also began, along with the trumpets and instruments of David king of Israel.
28καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι, ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.
28All the assembly worshiped, the singers sang, and the trumpeters sounded. All this continued until the burnt offering was finished.
29καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν.
29When they had finished offering, the king and all who were present with him bowed themselves and worshiped.
30καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν.
30Moreover Hezekiah the king and the princes commanded the Levites to sing praises to the LORD with the words of David, and of Asaph the seer. They sang praises with gladness, and they bowed their heads and worshiped.
31καὶ ἀπεκρίθη Ἐζεκίας καὶ εἶπε· νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καί φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.
31Then Hezekiah answered, “Now you have consecrated yourselves to the LORD. Come near and bring sacrifices and thank offerings into the LORD’s house.” The assembly brought in sacrifices and thank offerings, and as many as were of a willing heart brought burnt offerings.
32καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως, ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.
32The number of the burnt offerings which the assembly brought was seventy bulls, one hundred rams, and two hundred lambs. All these were for a burnt offering to the LORD.
33καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια.
33The consecrated things were six hundred head of cattle and three thousand sheep.
34ἀλλ' ἢ οἱ ἱερεῖς ἦσαν ὀλίγοι καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.
34But the priests were too few, so that they could not skin all the burnt offerings. Therefore their brothers the Levites helped them until the work was ended, and until the priests had sanctified themselves, for the Levites were more upright in heart to sanctify themselves than the priests.
35καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.
35Also the burnt offerings were in abundance, with the fat of the peace offerings and with the drink offerings for every burnt offering. So the service of the LORD’s house was set in order.
36καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.
36Hezekiah and all the people rejoiced because of that which God had prepared for the people; for the thing was done suddenly.
Tip: use the ← and → keys to turn chapters.