ΒΑΣΙΛΕΙΩΝ Α 6
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἦν κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας.
1耶和华的 约 柜在 非利士 人之地七个月。
2καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες· τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς.
2非利士 人将祭司和占卜的聚了来,问他们说:「我们向耶和华的 约 柜应当怎样行?请指示我们用何法将 约 柜送回原处。」
3καὶ εἶπαν· εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου Θεοῦ Ἰσραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλ᾿ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν, μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ᾿ ὑμῶν.
3他们说:「若要将 以色列 神的 约 柜送回去,不可空空地送去,必要给他献赔罪的礼物,然后你们可得痊愈,并知道他的手为何不离开你们。」
4καὶ λέγουσι· τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν· κατ᾿ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἐν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ,
4非利士 人说:「应当用什么献为赔罪的礼物呢?」他们回答说:「当照 非利士 首领的数目,用五个金痔疮,五个金老鼠,因为在你们众人和你们首领的身上都是一样的灾。
5καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ Κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ᾿ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.
5所以当制造你们痔疮的像和毁坏你们田地老鼠的像,并要归荣耀给 以色列 的 神,或者他向你们和你们的神,并你们的田地,把手放轻些。
6καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτούς, καὶ ἀπῆλθον;
6你们为何硬着心像 埃及 人和法老一样呢? 神在 埃及 人中间行奇事, 埃及 人岂不释放 以色列 人,他们就去了吗?
7καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον·
7现在你们应当造一辆新车,将两只未曾负轭有乳的母牛套在车上,使牛犊回家去,离开母牛。
8καὶ λήψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθὰν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεται·
8把耶和华的 约 柜放在车上,将所献赔罪的金物装在匣子里,放在柜旁,将柜送去。
9καὶ ὄψεσθε, εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμύς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν τὴν μεγάλην ταύτην, καὶ ἐὰν μή, καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν.
9你们要看看:车若直行 以色列 的境界到 伯·示麦 去,这大灾就是耶和华降在我们身上的;若不然,便可以知道不是他的手击打我们,是我们偶然遇见的。」
10καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτω. καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον
10非利士 人就这样行:将两只有乳的母牛套在车上,将牛犊关在家里,
11καὶ ἔθεντο τὴν κιβωτὸν Κυρίου ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα ἐργὰβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς.
11把耶和华的 约 柜和装金老鼠并金痔疮像的匣子都放在车上。
12καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμύς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμύς.
12牛直行大道,往 伯·示麦 去,一面走一面叫,不偏左右。 非利士 的首领跟在后面,直到 伯·示麦 的境界。
13καὶ οἱ ἐν Βαιθσαμὺς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι· καὶ ᾖραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν Κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς.
13伯·示麦 人正在平原收割麦子,举目看见 约 柜,就欢喜了。
14καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν Ὠσηὲ τὸν ἐν Βαιθσαμύς, καὶ ἔστησαν ἐκεῖ παρ᾿ αὐτῇ λίθον μέγαν καὶ σχίζουσι τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ Κυρίῳ.
14车到了 伯·示麦 人 约书亚 的田间,就站住了。在那里有一块大磐石,他们把车劈了,将两只母牛献给耶和华为燔祭。
15καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ Κυρίου καὶ τὸ θέμα ἐργὰβ μετ᾿ αὐτῆς καὶ τὰ ἐπ᾿ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου, καὶ οἱ ἄνδρες Βαιθσαμὺς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Κυρίῳ.
15利未 人将耶和华的 约 柜和装金物的匣子拿下来,放在大磐石上。当日 伯·示麦 人将燔祭和 平安 祭献给耶和华。
16καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκάλωνα τῇ ἡμέρᾳ ἐκείνῃ.
16非利士 人的五个首领看见,当日就回 以革伦 去了。
17καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ Κυρίῳ· τῆς Ἀζώτου μίαν, τῆς Γάζης μίαν, τῆς Ἀσκάλωνος μίαν, τῆς Γὲθ μίαν, τῆς Ἀκκαρὼν μίαν.
17非利士 人献给耶和华作赔罪的金痔疮像,就是这些:一个是为 亚实突 ,一个是为 迦萨 ,一个是为 亚实基伦 ,一个是为 迦特 ,一个是为 以革伦 。
18καὶ μῦς οἱ χρυσοῖ κατ᾿ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ᾿ αὐτοῦ τὴν κιβωτὸν διαθήκης Κυρίου, τοῦ ἐν ἀγρῷ Ὠσηὲ τοῦ Βαιθσαμυσίτου.
18金老鼠的数目是照 非利士 五个首领的城邑,就是坚固的城邑和乡村,以及大磐石。这磐石是放耶和华 约 柜的,到今日还在 伯·示麦 人 约书亚 的田间。
19Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσι Βαιθσαμύς, ὅτι εἶδον κιβωτὸν Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν, καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξε Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα.
19耶和华因 伯·示麦 人擅观他的 约 柜,就击杀了他们七十人;那时有五万人在那里。百姓因耶和华大大击杀他们,就哀哭了。
20καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμύς· τίς δυνήσεται διελθεῖν ἐνώπιον Κυρίου τοῦ Θεοῦ τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς Κυρίου ἐφ᾿ ἡμῶν;
20伯·示麦 人说:「谁能在耶和华这圣洁的 神面前侍立呢?这 约 柜可以从我们这里送到谁那里去呢?」
21καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαρὶμ λέγοντες· ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου· κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς.
21于是打发人去见 基列·耶琳 的居民,说:「 非利士 人将耶和华的 约 柜送回来了,你们下来将 约 柜接到你们那里去吧!」
Tip: use the ← and → keys to turn chapters.