ΕΣΔΡΑΣ Α 5

1ΜΕΤΑ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.

2καὶ Δαρεῖος συναπέστειλε μετ᾿ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτούς εἰς Ἱερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν·

3καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετ᾿ ἐκείνων.

4Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.

5οἱ ἱερεῖς υἱοὶ Φινεὲς υἱοῦ Ἀαρών· Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου καὶ Ἰωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυίδ, ἐκ τῆς γενεᾶς Φαρές, φυλῆς δὲ Ἰούδα,

6ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός.

7εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα

8καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ρησαίου, Ἐνηνέος, Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Ρεελίου, Ροΐμου, Βαανά, τῶν προηγουμένων αὐτῶν.

9ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο. υἱοὶ Σαφὰτ τετρακόσιοι ἑβδομηκονταδύο.

10υἱοὶ Ἀρὲς ἑπτακόσιοι πεντηκονταέξ.

11υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο.

12υἱοὶ Ἠλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ζαθουΐ ἐνακόσιοι ἑβδομηκονταπέντε. υἱοὶ Χορβὲ ἑπτακόσιοι πέντε. υἱοὶ Βανὶ ἑξακόσιοι τεσσαρακονταοκτώ.

13υἱοὶ Βηβαὶ ἑξακόσιοι τριακοντατρεῖς. υἱοὶ Ἀργαὶ χίλιοι τριακόσιοι εἰκοσιδύο.

14υἱοὶ Ἀδωνικὰν ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοΐ δισχίλιοι ἑξακόσιοι ἕξ. υἱοὶ Ἀδινοὺ τετρακόσιοι πεντηκοντατέσσαρες.

15υἱοὶ Ἀτὴρ Ἐζεκίου ἐνενηκονταδύο. υἱοὶ Κιλὰν καὶ Ἀζηνὰν ἑξηκονταεπτά. υἱοὶ Ἀζαροὺ τετρακόσιοι τριακονταδύο.

16υἱοὶ Ἀννὶς ἑκατὸν εἷς. υἱοὶ Ἀρὸμ τριακονταδύο. υἱοὶ Βασαὶ τριακόσιοι εἰκοσιτρεῖς. υἱοὶ Ἀρσιφουρὶθ ἑκατὸν δύο.

17υἱοὶ Βαιτηροὺς τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιθλωμῶν ἑκατὸν εἰκοσιτρεῖς.

18οἱ ἐκ Νετωφὰς πεντηκονταπέντε. οἱ ἐξ Ἀναθὼθ ἑκατὸν πεντηκονταοκτώ. οἱ ἐκ Βαιθασμὼν τεσσαρακονταδύο.

19οἱ ἐκ Καριαθιρὶ εἰκοσιπέντε. οἱ ἐκ Καφείρας καὶ Βηρὼγ ἑπτακόσιοι τεσσαρακοντατρεῖς.

20οἱ Χαδιασαὶ καὶ Ἀμμίδιοι τετρακόσιοι εἰκοσιδύο. οἱ ἐκ Κιραμᾶς καὶ Γαββῆς ἑξακόσιοι εἴκοσιν εἷς.

21οἱ ἐκ Μακαλὼν ἑκατὸν εἰκοσιδύο. οἱ ἐκ Βετολίω πεντηκονταδύο. υἱοὶ Νιφὶς ἑκατὸν πεντηκονταέξ.

22υἱοὶ Καλαμωλάλου καὶ Ὠνοὺς ἑπτακόσιοι εἰκοσιπέντε. υἱοὶ Ἱερεχοὺ διακόσιοι τεσαρακονταπέντε.

23υἱοὶ Σανάας τρισχίλιοι τριακόσιοι εἷς.

24οἱ ἱερεῖς οἱ υἱοὶ Ἰεδδοὺ τοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ ὀκτακόσιοι ἑβδομήκονταδύο. υἱοὶ Ἐμμηροὺθ διακόσιοι πεντηκονταδύο.

25υἱοὶ Φασσούρου χίλιοι τεσσαρακονταεπτά. υἱοὶ Χαρμὶ διακόσιοι δεκαεπτά.

26οἱ Λευῖται οἱ υἱοὶ Ἰησοῦ καὶ Καδμιήλου καὶ Βάννου καὶ Σουδίου ἑβδομηκοντατέσσαρες.

27οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἑκατὸν εἰκοσιοκτώ.

28οἱ θυρωροὶ υἱοὶ Σαλούμ, υἱοὶ Ἀτάρ, υἱοὶ Τολμάν, υἱοὶ Δακούβ, υἱοὶ Ἀτητά, υἱοὶ Τωβίς, πάντες ἑκατὸν τριακονταεννέα.

29οἱ ἱερόδουλοι, υἱοὶ Ἡσαῦ, υἱοὶ Ἀσιφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κηράς, υἱοὶ Σουδά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά, υἱοὶ Ἀγραβά,

30υἱοὶ Ἀκούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ Ἀκκαβά, υἱοὶ Συβαΐ, υἱοὶ Ἀνάν, υἱοὶ Καθουά, υἱοὶ Γεδδούρ,

31υἱοὶ Ἰαΐρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ Ὀζίου, υἱοὶ Φινοέ, υἱοὶ Ἀσαρά, υἱοὶ Βασθαΐ, υἱοὶ Ἀσσανά, υἱοὶ Μανί, υἱοὶ Ναφισί, υἱοὶ Ἀκούφ, υἱοὶ Ἀχιβά, υἱοὶ Ἀσούβ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ,

32υἱοὶ Μεεδδά, υἱοὶ Κουθά, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουέ, υἱοὶ Σεράρ, υἱοὶ Θομοΐ, υἱοὶ Νασί, υἱοὶ Ἀτεφά.

33υἱοὶ παίδων Σαλωμών, υἱοὶ Ἀσσαπφιώθ, υἱοὶ Φαριρά, υἱοὶ Ἰειηλί, υἱοὶ Λοζών, υἱοὶ Ἰσραήλ, υἱοὶ Σαφυΐ,

34υἱοὶ Ἀγιά, υἱοὶ Φαχαρέθ, υἱοὶ Σαβιή, υἱοὶ Σαρωθί, υἱοὶ Μισαίας, υἱοὶ Τάς, υἱοὶ Ἀδδούς, υἱοὶ Σουβά, υἱοὶ Ἀφερρά, υἱοὶ Βαρωδίς, υἱοὶ Σαφάγ, υἱοὶ Ἀλλών.

35πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο.

36οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ καὶ Θελερσάς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ Ἀαλάρ.

37καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδὰν ἑξακόσιοι πεντηκονταδύο.

38καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ Ὀβδία, υἱοὶ Ἀκβώς, υἱοὶ Ἰαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.

39καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.

40καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ Ἀτθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.

41οἱ δὲ πάντες Ἰσραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαρακονταπέντε·

42κάμηλοι τετρακόσιοι τριακονταπέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταέξ, ἡμίονοι διακόσιοι τεσσαρακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.

43καὶ ἐκ τῶν ἡγουμένων κατὰ τάς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, τὸ ἐν Ἱερουσαλήμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν

44καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν.

45καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἱερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.

46Ἐνστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ.

47καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ τοῦ Ἰσραὴλ

48προσενέγκαι ἐπ᾿ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις.

49καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς. καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καί ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινὸν

50καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ᾿ ἡμέραν, ὡς προσῆκον ἦν,

51καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.

52καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο.

53καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόπης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.

54καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ Θεοῦ εἰς Ἱερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ

55καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνός, τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἱερουσαλήμ.

56καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου, καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιὴλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἠμαδαβοῦν καὶ οἱ υἱοὶ Ἰωδὰ τοῦ Ἡλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου. καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυρίου,

57καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ Κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ Ἰσραὴλ

58καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ Ἰσραήλ.

59καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.

60καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης

61καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ,

62ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.

63Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.

64καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ,

65καὶ προσελθόντες ἐν τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς· συνοικοδομήσωμεν ὑμῖν·

66ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾿ ἡμερῶν Ἀσβασαρὲθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.

67καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν·

68ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραὴλ ἀκολούθως, οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.

69τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ Ἰουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν.

70καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.

Tip: use the ← and → keys to turn chapters.