ΕΣΔΡΑΣ Α 8
1ΚΑΙ μεταγενέστερος τούτων βασιλεύοντος Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως προσέβη Ἔσδρας Σαραίου, τοῦ Ἐζεχρίου, τοῦ Χελκίου τοῦ Σαλήμου,
2τοῦ Σαδδούκου, τοῦ Ἀχιτώβ, τοῦ Ἀμαρίου, τοῦ Ὀζίου, τοῦ Βοκκά, τοῦ Ἀβισαΐ, τοῦ Φινεές, τοῦ Ἐλεάζαρ, τοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου.
3οὗτος Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ Θεοῦ τοῦ Ἰσραήλ,
4καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐνώπιον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
5καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ἱερουσαλὴμ
6ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνὶ (οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ). ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς παρεγένοντο εἰς Ἱερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ Κυρίου ἐπ᾿ αὐτῷ·
7ὁ γὰρ Ἔσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι πάντα τὸν Ἰσραὴλ δικαιώματα καὶ κρίματα.
8Προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Ἀρταξέρξου βασιλέως πρὸς Ἔσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον·
9‘Βασιλεὺς Ἀρταξέρξης Ἔδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.
10καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσθαί σοι εἰς Ἱερουσαλήμ.
11ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς,
12ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ Κυρίου,
13καὶ ἀπενεγκεῖν δῶρα τῷ Κυρίῳ τοῦ Ἰσραήλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς Ἱερουσαλήμ, καὶ πᾶν χρυσίον καὶ ἀργύριον, ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας, τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ Κυρίου Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλὴμ
14συναχθῆναι, τό τε χρυσίον καὶ τὸ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα,
15ὥστε προσενεγκεῖν θυσίας τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον τοῦ Κυρίου Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλήμ.
16καὶ πάντα, ὅσα ἐὰν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ Θεοῦ σου,
17καὶ τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ Θεοῦ σου τοῦ ἐν Ἱερουσαλὴμ
18καὶ τὰ λοιπὰ ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ Θεοῦ σου δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.
19κἀγὼ ἰδοὺ Ἀρταξέρξης βασιλεὺς προσέταξας τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἐὰν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ Θεοῦ τοῦ Ὑψίστου, ἐπιμελῶς διδῶσιν ἕως ἀργυρίου ταλάντων ἑκατόν,
20ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν
21καὶ ἄλλα ἐκ πλήθους· πάντα κατὰ τὸν τοῦ Θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ Θεῷ τῷ Ὑψίστῳ, ἕνεκεν τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
22καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδὲ μία φορολογία μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, καὶ μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τι τούτοις.
23καὶ σύ, Ἔσδρα, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ Θεοῦ σου· καὶ τοὺς μή ἐπισταμένους διδάξεις.
24καὶ πάντες, ὅσοι ἂν παραβαίνωσι τὸν νόμον τοῦ Θεοῦ σου καὶ τὸν βασιλικόν, ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ· ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ’.
25Καὶ εἶπεν Ἔσδρας ὁ γραμματεύς· εὐλογητὸς μόνος Κύριος ὁ Θεὸς τῶν πατέρων μου ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἱερουσαλήμ,
26καὶ ἐμὲ ἐτίμησεν ἐναντίον τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.
27καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίληψιν Κυρίου τοῦ Θεοῦ μου καὶ συνήγαγον ἄνδρας ἐκ τοῦ Ἰσραὴλ ὥστε συναναβῆναί μοι.
28Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ᾿ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως·
29ἐκ τῶν υἱῶν Φινεές, Γηρσών· ἐκ τῶν υἱῶν Ἰαθαμάρου, Γαμαλιήλ· ἐκ τῶν υἱῶν Δαυίδ, Λαττοὺς ὁ Σεχενίου·
30ἐκ τῶν υἱῶν Φόρος, Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ ἀπεγράφησαν ἄνδρες ἑκατὸν πεντήκοντα·
31ἐκ τῶν υἱῶν Φαὰθ Μωάβ, Ἐλιαωνίας Ζαραίου καὶ μετ᾿ αὐτοῦ ἄνδρες διακόσιοι·
32ἐκ τῶν υἱῶν Ζαθόης, Σεχενίας Ἰεζήλου καὶ μετ᾿ αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν Ἀδίν, Ὠβὴθ Ἰωνάθου καὶ μετ᾿ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
33ἐκ τῶν υἱῶν Ἠλάμ, Ἰεσίας Γοθολίου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
34ἐκ τῶν υἱῶν Σαφατίου, Ζαραΐας Μιχαήλου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
35ἐκ τῶν υἱῶν Ἰωάβ, Ἀβαδίας Ἰεζήλου καὶ μετ᾿ αὐτοῦ ἄνδρες διακόσιοι δεκαδύο·
36ἐκ τῶν υἱῶν Βανίας, Σαλιμὼθ Ἰωσαφίου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑξήκοντα καὶ ἑκατόν·
37ἐκ τῶν υἱῶν Βαβί, Ζαχαρίας Βηβαΐ καὶ μετ᾿ αὐτοῦ ἄνδρες εἰκοσιοκτώ·
38ἐκ τῶν υἱῶν Ἀστάθ, Ἰωάννης Ἀκατὰν καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
39ἐκ τῶν υἱῶν Ἀδωνικάμ, οἱ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλιφαλὰ τοῦ Γεουὴλ καὶ Σαμαίας καὶ μετ᾿ αὐτῶν ἄνδρες ἑβδομήκοντα·
40ἐκ τῶν υἱῶν Βαγώ, Οὐθὶ ὁ τοῦ Ἰσταλκούρου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.
41Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θερὰν ποταμόν, καὶ παρενεβάλομεν ἡμέρας τρεῖς αὐτόθι, καὶ κατέμαθον αὐτούς.
42καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν λευιτῶν οὐχ εὑρὼν ἐκεῖ
43ἀπέστειλα πρὸς Ἐλεάζαρον καὶ Ἰδουῆλον καὶ Μαιὰ καὶ Μασμὰν καὶ Ἀλναθὰν καὶ Σαμαίαν καὶ Ἰώριβον, Νάθαν, Ἐννατάν, Ζαχαρίαν καὶ Μοσόλλαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας
44καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λοδδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου,
45ἐντειλάμενος αὐτοῖς διαλεχθῆναι Λοδδαίῳ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἡμῶν.
46καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολὶ τοῦ Λευὶ τοῦ Ἰσραήλ, Ἀσεβηβίαν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφούς, ὄντας δέκα καὶ ὀκτώ,
47καὶ Ἀσεβίαν καὶ Ἄννουον καὶ Ὠσαίαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναίου καὶ οἱ υἱοὶ αὐτῶν, εἴκοσιν ἄνδρες·
48καὶ ἐκ τῶν ἱεροδούλων, ὧν ἔδωκε Δαυίδ, καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱεροδούλους διακοσίους καὶ εἴκοσι· πάντων ἐσημάνθη ἡ ὀνοματογραφία.
49καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου ἡμῶν
50ζητῆσαι παρ᾿ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν·
51ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν·
52εἴπαμεν γὰρ τῷ βασιλεῖ, ὅτι ἡ ἰσχὺς τοῦ Κυρίου ἡμῶν ἔσται μετά τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.
53καὶ πάλιν ἐδεήθημεν τοῦ Κυρίου ἡμῶν πάντα ταῦτα καὶ ἐτύχομεν εὐϊλάτου.
54καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δεκαδύο, καὶ Ἐσερεβίαν καὶ Σαμίαν καὶ μετ᾿ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δώδεκα,
55καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ Κυρίου ἡμῶν, ἃ ἐδωρήσατο ὁ βασιλεύς, καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς Ἰσραήλ.
56καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χάλκεα ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.
57καὶ εἶπα αὐτοῖς· καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ Κυρίῳ καὶ τὰ σκεύη τὰ ἅγια, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον εὐχὴ τῷ Κυρίῳ, Κυρίῳ τῶν πατέρων ἡμῶν·
58ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι ὑμᾶς αὐτὰ τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἱερουσαλήμ, ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν.
59καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ἱερουσαλὴμ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ Κυρίου.
60Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως εἰσήλθομεν εἰς Ἱερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν τὴν ἐφ᾿ ἡμῖν· καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ, καὶ ἤλθομεν εἰς Ἱερουσαλήμ.
61καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, τῇ ἡμέρᾳ τῇ τετάρτῃ σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου ἡμῶν Μαρμωθὶ Οὐρίᾳ ἱερεῖ 62 καὶ μετ᾿ αὐτοῦ Ἐλεάζαρ ὁ τοῦ Φινεές, καὶ ἦσαν μετ᾿ αὐτοῦ Ἰωσαβδὸς Ἰησοῦ καὶ Μωὲθ Σαβάννου, οἱ Λευῖται πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα, καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ.
63οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ Θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ, ταύρους δώδεκα ὑπὲρ παντὸς Ἰσραήλ, κριοὺς ἐνενηκονταέξ, ἄρνας ἑβδομηκονταδύο, τράγους ὑπὲρ σωτηρίου δώδεκα· ἅπαντα θυσίαν τῷ Κυρίῳ.
64καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ Κυρίου.
65Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες·
66οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ἰσραὴλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ἰδουμαίων·
67συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
68καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος.
69καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπικινοῦντο ἐπὶ τῷ ρήματι Κυρίου Θεοῦ τοῦ Ἰσραήλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπτος ἕως τῆς δειλινῆς θυσίας.
70καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας, διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν Κύριον ἔλεγον·
71Κύριε, ᾔσχυμμαι καὶ ἐντέτραμμαι κατὰ πρόσωπόν σου·
72αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ
73ἔτι ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.
74καὶ διά τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσι τῆς γῆς εἰς ρομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
75καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ σοῦ, Κύριε, καταλειφθῆναι ἡμῖν ρίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ ἁγιάσματός σου
76καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῖν ἐν τῷ οἴκῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν; καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ Κυρίου ἡμῶν,
77ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν δοῦναι ἡμῖν τροφὴν
78καὶ δοξάσαι τὸ ἱερὸν τοῦ Κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σιών, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ.
79καὶ νῦν τί ἐροῦμεν, Κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων,
80ὅτι ἡ γῆ, εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστι γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν.
81καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικήσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν·
82καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς, καὶ κατακληρονομήσητε τοῖς τέκνοις ὑμῶν ἕως αἰῶνος.
83καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν. σὺ γάρ, Κύριε, ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ
84ἔδωκας ἡμῖν τοιαύτην ρίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.
85οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ρίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν;
86Κύριε τοῦ Ἰσραήλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ρίζα ἐν τῇ σήμερον.
87ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γάρ ἐστι στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.
88Καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει.
89καὶ φωνήσας Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ εἶπεν· Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν Κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς. καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ·
90ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν Κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχοῦσι τῷ νόμῳ Κυρίου.
91ἀναστὰς ἐπιτέλει· πρός σε γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
92καὶ ἀναστὰς Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα· καὶ ὤμοσαν.
Tip: use the ← and → keys to turn chapters.