ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Original language
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
1これらのことの後、イエスはガリラヤを巡っておられた。ユダヤ人たちがイエスを殺そうとしていたので、ユダヤを巡ろうとはされなかったのである。
2ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
2さて、ユダヤ人の祭りである仮庵の祭りが近づいていた。
3εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς·
3そこでイエスの兄弟たちは言った。「ここを去ってユダヤへ行き、あなたが行っている業を弟子たちにも見せたらどうですか。
4οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
4公に知られようとしながら、ひそかに事を行う人はいません。このようなことを行うのなら、自分を世に示しなさい。」
5οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
5兄弟たちさえ、イエスを信じていなかったからである。
6λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
6そこでイエスは彼らに言われた。 「私の時はまだ来ていません。しかし、あなたがたの時はいつでも整っています。
7οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
7世はあなたがたを憎むことができません。しかし、私を憎みます。私が世について、その行いが悪いとあかしするからです。
8ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.
8あなたがたは祭りに上って行きなさい。私はまだこの祭りには上りません。私の時はまだ満ちていないからです。」
9ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
9こう言って、イエスはガリラヤにとどまられた。
10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ.
10しかし兄弟たちが祭りに上って行った後、イエスご自身も、人目につくようにではなく、いわばひそかに上って行かれた。
11οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;
11そこでユダヤ人たちは祭りでイエスを捜し、「あの人はどこにいるのか」と言っていた。
12καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
12群衆の間では、イエスについて盛んにささやかれていた。ある者は「良い人だ」と言い、ほかの者は「いや、群衆を惑わしている」と言った。
13οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
13しかし、ユダヤ人たちを恐れて、イエスについて公然と語る者はいなかった。
14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε.
14祭りも半ばになったころ、イエスは宮に上って教えられた。
15καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;
15そこでユダヤ人たちは驚いて言った。「この人は正式に学んだこともないのに、どうしてこれほど学識があるのか。」
16ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με·
16イエスは彼らに答えられた。 「私の教えは私のものではなく、私を遣わされた方のものです。
17ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.
17だれでもその方の御心を行おうと望むなら、この教えが神から出たものか、それとも私が自分から語っているのかが分かります。
18ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
18自分から語る者は自分の栄誉を求めます。しかし、自分を遣わした方の栄誉を求める者は真実であり、その人のうちに不義はありません。
19οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
19モーセはあなたがたに律法を与えたのではありませんか。それなのに、あなたがたのうち、だれ一人として律法を守っていません。なぜ私を殺そうとするのですか。」
20ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
20群衆は答えた。「あなたは悪霊に取りつかれている。だれがあなたを殺そうとしているのか。」
21ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο.
21イエスは彼らに答えられた。 「私が一つの業を行ったので、あなたがたは皆、そのことで驚いています。
22Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
22モーセはあなたがたに割礼を与えました。もっとも、割礼はモーセからではなく、父祖たちから始まったものです。そのため、あなたがたは安息日にも男の子に割礼を施します。
23εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ!
23モーセの律法が破られないように安息日にも男の子が割礼を受けるのなら、私が安息日に一人の人を完全に健康にしたからといって、私に腹を立てるのですか。
24μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
24うわべによって裁かず、正しい裁きをしなさい。」
25Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
25そこでエルサレムの人々の中には、こう言う者がいた。「この人は、彼らが殺そうとしている者ではないか。
26καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;
26見よ、彼は公然と話しているのに、彼らは何も言わない。もしかすると、指導者たちは、この人が本当にキリストだと知っているのだろうか。
27ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
27しかし、われわれはこの人がどこから来たか知っている。キリストが来る時には、どこから来たかを知る者はいないはずだ。」
28ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
28そこでイエスは、宮で教えながら大声で言われた。 「あなたがたは私を知っており、私がどこから来たかも知っています。しかし、私は自分から来たのではありません。私を遣わされた方は真実ですが、あなたがたはその方を知りません。
29ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
29私はその方を知っています。私はその方から来た者であり、その方が私を遣わされたからです。」
30Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
30そこで彼らはイエスを捕らえようとした。しかし、だれもイエスに手をかけなかった。イエスの時がまだ来ていなかったからである。
31πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
31しかし、群衆の中の多くの人がイエスを信じて言った。「キリストが来られても、この方が行ったより多くのしるしを行うことはないだろう。」
32ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.
32パリサイ人たちは、群衆がイエスについてこのようにささやいているのを聞いた。そこで祭司長たちとパリサイ人たちは、イエスを捕らえるために役人たちを遣わした。
33εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
33そこでイエスは言われた。 「私はもうしばらくあなたがたとともにいて、それから私を遣わされた方のもとへ行きます。
34ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
34あなたがたは私を捜しても見つけられません。また、私がいる所に、あなたがたは来ることができません。」
35εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
35そこでユダヤ人たちは互いに言った。「この人はどこへ行こうとしているので、われわれには見つけられないというのか。ギリシャ人の間に離散している人々のところへ行って、ギリシャ人を教えようというのか。
36τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
36彼が言った、 『あなたがたは私を捜しても見つけられない』 、また 『私がいる所に、あなたがたは来ることができない』 という言葉は、どういう意味なのか。」
37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
37祭りの最後の大いなる日に、イエスは立って大声で言われた。 「だれでも渇いているなら、私のもとに来て飲みなさい。
38ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος .
38私を信じる者は、聖書が言っているとおり、その人の内から生ける水の川が流れ出ます。」
39τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
39イエスは、ご自分を信じる者たちが受けようとしていた聖霊について、こう言われたのである。イエスがまだ栄光を受けておられなかったので、聖霊はまだ与えられていなかった。
40πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
40群衆の多くはこれらの言葉を聞いて、「この方こそ、まことにあの預言者だ」と言った。
41ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
41ほかの者たちは「この方はキリストだ」と言った。しかし、ある者たちは言った。「まさか、キリストがガリラヤから出ることはないだろう。
42οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται;
42聖書には、キリストはダビデの子孫から出て、ダビデの村ベツレヘムから来ると書かれているではないか。」
43σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.
43こうして、イエスのことで群衆の間に分裂が生じた。
44τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
44彼らの中にはイエスを捕らえようとする者もいたが、だれもイエスに手をかけなかった。
45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν;
45役人たちは祭司長たちとパリサイ人たちのもとへ戻った。彼らは役人たちに「なぜあの人を連れて来なかったのか」と尋ねた。
46ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
46役人たちは答えた。「あの人のように語った人は、これまで一人もいません。」
47ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;
47そこでパリサイ人たちは彼らに答えた。「あなたがたまで惑わされたのか。
48μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
48指導者たちやパリサイ人たちの中に、あの男を信じた者がいるか。
49ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι!
49だが、律法を知らないこの群衆は呪われている。」
50λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν·
50彼らの一人であり、以前、夜にイエスのもとへ来たニコデモが言った。
51μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
51「われわれの律法は、まず本人から話を聞き、その人が何をしているかを知る前に、その人を裁くだろうか。」
52ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
52彼らは答えた。「あなたもガリラヤ出身なのか。調べてみなさい。ガリラヤから預言者が起こったことはないと分かるだろう。」
53« Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
53人々はそれぞれ自分の家へ帰って行った。
Tip: use the ← and → keys to turn chapters.