耶利米書
Chapter 6
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1便雅憫 人哪,你們要逃出 耶路撒冷 , 在 提哥亞 吹角, 在 伯‧哈基琳 立號旗; 因為有災禍與大毀滅從北方張望。
1Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ Βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται·
2那秀美嬌嫩的 錫安 女子, 我必剪除。
2καὶ ἀφαιρεθήσεται τὸ ὕψος θύγατερ Σιών.
3牧人必引他們的羊群到她那裏, 在她周圍支搭帳棚, 各在自己 所佔 之地 使羊 吃草。
3Εἰς αὐτὴν ἥξουσι ποιμένες, καὶ τὰ ποίμνια αὐτῶν· καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.
4你們要準備攻擊她。 起來吧,我們可以趁午時上去。 哀哉!日已漸斜, 晚影拖長了。
4Παρασκευάσασθε ἐπʼ αὐτὴν εἰς πόλεμον, ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἡμέρας.
5起來吧,我們夜間上去, 毀壞她的宮殿。
5Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτὶ, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.
6因為萬軍之耶和華如此說: 你們要砍伐樹木, 築壘攻打 耶路撒冷 。 這就是那該罰的城, 其中盡是欺壓。
6Ὅτι τάδε λέγει Κύριος, ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ.
7井怎樣湧出水來, 這城也照樣湧出惡來; 在其間常聽見有強暴毀滅的事, 病患損傷也常在我面前。
7Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός.
8耶路撒冷 啊,你當受教, 免得我心與你生疏, 免得我使你荒涼, 成為無人居住之地。
8Πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικισθῇ.
9萬軍之耶和華曾如此說: 敵人必擄盡 以色列 剩下的民, 如同摘淨葡萄一樣。 你要像摘葡萄的人摘了又摘,回手放在筐子裏。
9Ὅτι τάδε λέγει Κύριος, καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραὴλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.
10現在我可以向誰說話作見證,使他們聽呢? 他們的耳朵未受割禮,不能聽見。 看哪,耶和華的話他們以為羞辱, 不以為喜悅。
10Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτό.
11因此我被耶和華的忿怒充滿,難以含忍。 我要傾在街中的孩童和聚會的少年人身上, 連夫帶妻, 並年老的與日子滿足的都必被擒拿。
11Καὶ τὸν θυμόν μου ἔπλησα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν.
12他們的房屋、田地, 和妻子都必轉歸別人; 我要伸手攻擊這地的居民。 這是耶和華說的。
12Καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπιτοαυτό· ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος.
13因為他們從最小的到至大的都一味地貪婪, 從先知到祭司都行事虛謊。
13Ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.
14他們輕輕忽忽地醫治我百姓的損傷, 說:平安了!平安了! 其實沒有平安。
14Καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου, ἐξουθενοῦντες καὶ λέγοντες, εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;
15他們行可憎的事知道慚愧嗎? 不然,他們毫不慚愧, 也不知羞恥。 因此,他們必在仆倒的人中仆倒; 我向他們討罪的時候, 他們必致跌倒。 這是耶和華說的。
15Κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδʼ ὡς καταισχυνόμενοι κατῃσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν· διατοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν, καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος.
16耶和華如此說: 你們當站在路上察看, 訪問古道, 哪是善道,便行在其間; 這樣,你們心裏必得安息。 他們卻說:我們不行 在其間 。
16Τάδε λέγει Κύριος, στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους· καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· Καὶ εἶπαν, οὐ πορευσόμεθα.
17我設立守望的人照管你們, 說 :要聽角聲。 他們卻說:我們不聽。
17Καθέστακα ἐφʼ ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα.
18列國啊,因此你們當聽! 會眾啊,要知道他們必遭遇的事。
18Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.
19地啊,當聽! 我必使災禍臨到這百姓, 就是他們意念所結的果子; 因為他們不聽從我的言語, 至於我的訓誨,他們也厭棄了。
19Ἄκουε γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.
20從 示巴 出的乳香, 從遠方出的菖蒲 奉來給我有何益呢? 你們的燔祭不蒙悅納; 你們的 平安 祭,我也不喜悅。
20Ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.
21所以耶和華如此說: 我要將絆腳石放在這百姓前面。 父親和兒子要一同跌在其上; 鄰舍與朋友也都滅亡。
21Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσι πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.
22耶和華如此說: 看哪,有一種民從北方而來, 並有一大國被激動,從地極來到。
22Τάδε λέγει Κύριος, ἰδοὺ λαὸς ἔρχεται ἀπὸ Βοῤῥᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπʼ ἐσχάτου τῆς γῆς.
23他們拿弓和槍, 性情殘忍,不施憐憫; 他們的聲音像海浪匉訇。 錫安 城啊, 他們騎馬都擺隊伍, 如上戰場的人要攻擊你。
23Τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφʼ ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σὲ, θύγατερ Σιών.
24我們聽見他們的風聲,手就發軟; 痛苦將我們抓住, 疼痛彷彿產難的婦人。
24Ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.
25你們不要往田野去, 也不要行在路上, 因四圍有仇敵的刀劍和驚嚇。
25Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.
26我民哪,應當腰束麻布,滾在灰中。 你要悲傷,如喪獨生子痛痛哭號, 因為滅命的要忽然臨到我們。
26Θύγατερ λαοῦ μου περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποιήσαι σεαυτῇ κοπετὸν οἰκτρὸν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφʼ ὑμᾶς.
27我使你在我民中為高臺,為保障, 使你知道試驗他們的行動。
27Δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν,
28他們都是極悖逆的, 往來讒謗人。 他們是銅是鐵, 都行壞事。
28πάντες ἀνήκοοι πορεύομενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.
29風箱吹火,鉛被燒毀; 他們煉而又煉,終是徒然; 因為惡劣的還未除掉。
29Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.
30人必稱他們為被棄的銀渣, 因為耶和華已經棄掉他們。
30Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.

Tip: use the ← and → keys to turn chapters.