士師記 21
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1以色列 人在 米斯巴 曾起誓說:「我們都不將女兒給 便雅憫 人為妻。」
1ΚΑΙ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐν Μασσηφὰθ λέγοντες· ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα.
2以色列 人來到 伯特利 ,坐在上帝面前直到晚上,放聲痛哭,
2καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ Θεοῦ καὶ ᾖραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
3說:「耶和華- 以色列 的上帝啊,為何 以色列 中有這樣缺了一支派的事呢?」
3καὶ εἶπαν· εἰς τί, Κύριε Θεὲ Ἰσραήλ, ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν;
4次日清早,百姓起來,在那裏築了一座壇,獻燔祭和平安祭。
4καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας.
5以色列 人彼此問說:「 以色列 各支派中,誰沒有同會眾上到耶和華面前來呢?」先是 以色列 人起過大誓說,凡不上 米斯巴 到耶和華面前來的,必將他治死。
5καὶ εἶπαν οἱ υἱοὶ Ἰσραήλ· τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ λέγοντες· θανάτῳ θανατωθήσεται.
6以色列 人為他們的弟兄 便雅憫 後悔,說:「如今 以色列 中絕了一個支派了。
6καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμὶν ἀδελφὸν αὐτῶν καὶ εἶπαν· ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ἰσραήλ·
7我們既在耶和華面前起誓說,必不將我們的女兒給 便雅憫 人為妻,現在我們當怎樣辦理、使他們剩下的人有妻呢?」
7τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν Κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας.
8又彼此問說:「 以色列 支派中誰沒有上 米斯巴 到耶和華面前來呢?」他們就查出 基列‧雅比 沒有一人進營到會眾那裏;
8καὶ εἶπαν· τίς εἷς ἀπὸ φυλῶν Ἰσραήλ, ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφάθ; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ἰαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν.
9因為百姓被數的時候,沒有一個 基列‧雅比 人在那裏。
9καὶ ἐπεσκέπη ὁ λαός, καί οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ἰαβὶς Γαλαάδ.
10會眾就打發一萬二千大勇士,吩咐他們說:「你們去用刀將 基列‧雅比 人連婦女帶孩子都擊殺了。
10καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλατο αὐτοῖς λέγοντες· πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ἰαβὶς Γαλαὰδ ἐν στόματι ρομφαίας.
11所當行的就是這樣:要將一切男子和已嫁的女子盡行殺戮。」
11καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εὐδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως.
12他們在 基列‧雅比 人中,遇見了四百個未嫁的處女,就帶到 迦南 地的 示羅 營裏。
12καὶ εὗρον ἀπὸ οἰκούντων Ἰαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν.
13全會眾打發人到 臨門磐 的 便雅憫 人那裏,向他們說和睦的話。
13καὶ ἀπέστειλαν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμὶν ἐν τῇ πέτρᾳ Ρεμμὼν καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.
14當時 便雅憫 人回來了, 以色列 人就把所存活 基列‧雅比 的女子給他們為妻,還是不夠。
14καὶ ἐπέστρεψε Βενιαμὶν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ἰσραὴλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ἰαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτω.
15百姓為 便雅憫 人後悔,因為耶和華使 以色列 人缺了一個支派。
15Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμίν, ὅτι ἐποίησε Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ἰσραήλ.
16會中的長老說:「 便雅憫 中的女子既然除滅了,我們當怎樣辦理、使那餘剩的人有妻呢?」
16καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς· τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμὶν γυνή.
17又說:「 便雅憫 逃脫的人當有地業,免得 以色列 中塗抹了一個支派。
17καὶ εἶπαν· Κληρονομία διασωζομένων τῶν Βενιαμίν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ἰσραήλ·
18只是我們不能將自己的女兒給他們為妻;因為 以色列 人曾起誓說,有將女兒給 便雅憫 人為妻的,必受咒詛。」
18ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ἰσραὴλ λέγοντες· ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμίν.
19他們又說:「在 利波拿 以南, 伯特利 以北,在 示劍 大路以東的 示羅 ,年年有耶和華的節期」;
19καὶ εἶπαν· ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολάς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπό Βαιθὴλ εἰς Συχέμ καὶ ἀπὸ νότου τῆς Λεβωνά.
20就吩咐 便雅憫 人說:「你們去,在葡萄園中埋伏。
20καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες· πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι·
21若看見 示羅 的女子出來跳舞,就從葡萄園出來,在 示羅 的女子中各搶一個為妻,回 便雅憫 地去。
21καὶ ὄψεσθε καὶ ἰδού, ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼ χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα, ἀπὸ τῶν θυγατέρων Σηλὼμ καὶ πορεύεσθε εἰς γῆν Βενιαμίν.
22他們的父親或是弟兄若來與我們爭競,我們就說:『求你們看我們的情面,施恩給這些人,因我們在爭戰的時候沒有給他們留下女子為妻。這也不是你們將女子給他們的;若是你們給的,就算有罪。』」
22καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς· ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆρος πλημμελήσατε.
23於是 便雅憫 人照樣而行,按着他們的數目從跳舞的女子中搶去為妻,就回自己的地業去,又重修城邑居住。
23καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς.
24當時 以色列 人離開那裏,各歸本支派、本宗族、本地業去了。
24καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ.
25那時, 以色列 中沒有王,各人任意而行。
25ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.
Tip: use the ← and → keys to turn chapters.