出埃及記 25
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1耶和華曉諭 摩西 說:
1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
2「你告訴 以色列 人當為我送禮物來;凡甘心樂意的,你們就可以收下歸我。
2εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβετε ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήψεσθε τὰς ἀπαρχάς μου.
3所要收的禮物:就是金、銀、銅,
3Καὶ αὕτη ἐστὶν ἡ ἀπαρχὴ, ἣν λήψεσθε παρʼ αὐτῶν· χρυσίον, καὶ ἀργύριον, καὶ χαλκὸν,
4藍色、紫色、朱紅色 線 ,細麻,山羊 毛 ,
4καὶ ὑάκινθον, καὶ πορφύραν, καὶ κόκκινον διπλοῦν, καὶ βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγείας,
5染紅的公羊皮,海狗皮,皂莢木,
5καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, καὶ ἔλαιον εἰς τὴν φαῦσιν, θυμιάματα εἰς τὸ ἔλαιον τῆς χρίσεως, καὶ εἰς τὴν σύνθεσιν τοῦ θυμιάματος,
6點燈的油並做膏油和香的香料,
no verse 6 in this text
7紅瑪瑙與別樣的寶石,可以鑲嵌在以弗得和胸牌上。
7καὶ λίθους Σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη.
8又當為我造聖所,使我可以住在他們中間。
8Καὶ ποιήεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν.
9製造帳幕和其中的一切器具都要照我所指示你的樣式。」
9Καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις.
10「要用皂莢木做一櫃,長二肘半,寬一肘半,高一肘半。
10Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος.
11要裏外包上精金,四圍鑲上金牙邊。
11Καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ, ἔσωθεν καὶ ἔξωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια χρυσᾶ στρεπτὰ κύκλῳ.
12也要鑄四個金環,安在櫃的四腳上;這邊兩環,那邊兩環。
12Καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη· δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν, καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον.
13要用皂莢木做兩根槓,用金包裹。
13Ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα, καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ·
14要把槓穿在櫃旁的環內,以便抬櫃。
14Καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ, αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς.
15這槓要常在櫃的環內,不可抽出來。
15Ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι.
16必將我所要賜給你的法 版 放在櫃裏。
16Καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια, ἃ ἂν δῶ σοι.
17要用精金做施恩座 ,長二肘半,寬一肘半。
17Καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος.
18要用金子錘出兩個基路伯來,安在施恩座的兩頭。
18Καὶ ποιήσεις δύο χερουβὶμ χρυσοτορευτὰ, καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου.
19這頭做一個基路伯,那頭做一個基路伯,二基路伯要接連一塊,在施恩座的兩頭。
19Ποιηθήσονται χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου, καὶ χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβὶμ ἐπὶ τὰ δύο κλίτη.
20二基路伯要高張翅膀,遮掩施恩座。基路伯要臉對臉,朝着施恩座。
20Ἔσονται οἱ χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβίμ.
21要將施恩座安在櫃的上邊,又將我所要賜給你的法 版 放在櫃裏。
21Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῶ σοι.
22我要在那裏與你相會,又要從法櫃施恩座上二基路伯中間,和你說我所要吩咐你傳給 以色列 人的一切事。」
22Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβὶμ, τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
23「要用皂莢木做一張桌子,長二肘,寬一肘,高一肘半。
23Καὶ ποιήσεις τράπεζαν χρυσῆν χρυσίου καθαροῦ, δύο πήχεων τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος, καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος.
24要包上精金,四圍鑲上金牙邊。
24Καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ· καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ·
25桌子的四圍各做一掌寬的橫樑,橫樑上鑲着金牙邊。
25Καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ.
26要做四個金環,安在桌子的四角上,就是桌子四腳上的四角。
26Καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς, καὶ ἐπιθήσεις τοὺς τέσσαρας δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τῶν ποδῶν αὐτῆς ὑπὸ τὴν στεφάνην.
27安環子的地方要挨近橫樑,可以穿槓抬桌子。
27Καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν, ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν.
28要用皂莢木做兩根槓,用金包裹,以便抬桌子。
28Καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ καθαρῷ, καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα.
29要做桌子上的盤子、調羹,並奠 酒 的爵和瓶;這都要用精金製作。
29Καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς, καὶ τὰς θυΐσκας, καὶ τὰ σπονδεῖα, καὶ τοὺς κυάθους, ἐν οἷς σπείσεις ἐν αὐτοῖς, ἐκ χρυσίου καθαροῦ ποιήσεις αὐτά.
30又要在桌子上,在我面前,常擺陳設餅。」
30Καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διαπαντός.
31「要用精金做一個燈臺。燈臺的座和幹與杯、球、花,都要接連一塊錘出來。
31Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς, καὶ ὁ καλαμίσκοι, καὶ οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται.
32燈臺兩旁要杈出六個枝子:這旁三個,那旁三個。
32Ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ ἑνὸς αὐτῆς, καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου.
33這旁每枝上有三個杯,形狀像杏花,有球,有花;那旁每枝上也有三個杯,形狀像杏花,有球,有花。從燈臺杈出來的六個枝子都是如此。
33Καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας.
34燈臺上有四個杯,形狀像杏花,有球,有花。
34Καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτῆρες, καὶ τὰ κρίνα αὐτῆς.
35燈臺每兩個枝子以下有球與枝子接連一塊。燈臺出的六個枝子都是如此。
35Ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς· καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας· καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους.
36球和枝子要接連一塊,都是一塊精金錘出來的。
36Οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ.
37要做燈臺的七個燈盞。祭司要點這燈,使燈光對照。
37Καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.
38燈臺的蠟剪和蠟花盤也是要精金的。
38Καὶ τὸν ἐπαρυστῆρα αὐτῆς, καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις.
39做燈臺和這一切的器具要用精金一他連得。
39Πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ.
40要謹慎做這些物件,都要照着在山上指示你的樣式。」
40Ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει.
Tip: use the ← and → keys to turn chapters.