申命記 33
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1以下是神人 摩西 在未死之先為 以色列 人所祝的福:
1ΚΑΙ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ τοὺς υἱοὺς Ἰσραὴλ πρὸ τῆς τελευτῆς αὐτοῦ·
2他說:耶和華從 西奈 而來, 從 西珥 向他們顯現, 從 巴蘭山 發出光輝, 從萬萬聖者中來臨, 從他右手為百姓傳出烈火的律法。
2καὶ εἶπε· Κύριος ἐκ Σινὰ ἥκει καὶ ἐπέφανεν ἐκ Σηεὶρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ᾿ αὐτοῦ.
3他疼愛百姓; 眾聖徒都在他手中。 他們坐在他的腳下, 領受他的言語。
3καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσι, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
4摩西 將律法傳給我們, 作為 雅各 會眾的產業。
4νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς, κληρονομίαν συναγωγαῖς Ἰακώβ.
5百姓的眾首領, 以色列 的各支派, 一同聚會的時候, 耶和華在 耶書崙 中為王。
5καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων, συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ἰσραήλ.
6願 呂便 存活,不致死亡; 願他人數不致稀少。
6ζήτω Ρουβὴν καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ.
7為 猶大 祝福說: 求耶和華俯聽 猶大 的聲音, 引導他歸於本族; 他曾用手為自己爭戰, 你必幫助他攻擊敵人。
7καὶ αὕτη Ἰούδα. εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.
8論 利未 說: 耶和華啊 ,你的土明和烏陵 都在你的虔誠人那裏。 你在 瑪撒 曾試驗他, 在 米利巴 水與他爭論。
8καὶ τῷ Λευὶ εἶπε· δότε Λευὶ δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ, τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας·
9他論自己的父母說: 我未曾看見; 他也不承認弟兄, 也不認識自己的兒女。 這是因 利未 人遵行你的話, 謹守你的約。
9ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί· οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησε.
10他們要將你的典章教訓 雅各 , 將你的律法教訓 以色列 。 他們要把香焚在你面前, 把全牲的燔祭獻在你的壇上。
10δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου.
11求耶和華降福在他的財物上, 悅納他手裏所辦的事。 那些起來攻擊他和恨惡他的人, 願你刺透他們的腰, 使他們不得再起來。
11εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τά ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν.
12論 便雅憫 說: 耶和華所親愛的必同耶和華安然居住; 耶和華終日遮蔽他,也住在他兩肩之中。
12καὶ τῷ Βενιαμὶν εἶπεν· ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεὸς σκιάζει ἐπ᾿ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.
13論 約瑟 說: 願他的地蒙耶和華賜福, 得天上的寶物、甘露, 以及地裏所藏的泉水;
13καὶ τῷ Ἰωσὴφ εἶπεν· ἀπ᾿ εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ, ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
14得太陽所曬熟的美果, 月亮所養成的寶物;
14καὶ καθ᾿ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν,
15得上古之山的至寶, 永世之嶺的寶物;
15ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων
16得地和其中所充滿的寶物, 並住荊棘中上主的喜悅。 願 這些福 都歸於 約瑟 的頭上, 歸於那與弟兄迥別之人的頂上。
16καὶ καθ᾿ ὥραν γῆς πληρώσεως. καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῇ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ἰωσήφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐπ᾿ ἀδελφοῖς.
17他為牛群中頭生的,有威嚴; 他的角是野牛的角, 用以牴觸萬邦,直到地極。 這角是 以法蓮 的萬萬, 瑪拿西 的千千。
17πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἀπ᾿ ἄκρου γῆς. αὗται μυριάδες Ἐφραΐμ, καὶ αὗται χιλιάδες Μανασσῆ.
18論 西布倫 說: 西布倫 哪,你出外可以歡喜。 以薩迦 啊,在你帳棚裏可以快樂。
18καὶ τῷ Ζαβουλὼν εἶπεν· εὐφράνθητι, Ζαβουλών, ἐν ἐξοδίᾳ σου καὶ Ἰσσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ.
19他們要將列邦召到山上, 在那裏獻公義的祭; 因為他們要吸取海裏的豐富, 並沙中所藏的珍寶。
19ἔθνη ἐξολοθρεύσουσι, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε ἐκεῖ θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων.
20論 迦得 說: 使 迦得 擴張的應當稱頌! 迦得 住如母獅; 他撕裂膀臂,連頭頂也撕裂。
20καὶ τῷ Γὰδ εἶπεν· εὐλογημένος ἐμπλατύνων Γάδ· ὡς λέων ἐνεπαύσατο, συντρίψας βραχίονα καὶ ἄρχοντα.
21他為自己選擇頭一段地, 因在那裏有設立律法者的分存留。 他與百姓的首領同來; 他施行耶和華的公義 和耶和華與 以色列 所立的典章。
21καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησε καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.
22論 但 說: 但 為小獅子, 從 巴珊 跳出來。
22καὶ τῷ Δὰν εἶπε· Δὰν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν.
23論 拿弗他利 說: 拿弗他利 啊,你足沾恩惠, 滿得耶和華的福, 可以得西方和南方為業。
23καὶ τῷ Νεφθαλὶ εἶπε· Νεφθαλὶ πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίας παρὰ Κυρίου· θάλασσαν καὶ λίβα κληρονομήσει.
24論 亞設 說: 願 亞設 享受多子的福樂, 得他弟兄的喜悅, 可以把腳蘸在油中。
24καὶ τῷ Ἀσὴρ εἶπεν· εὐλογημένος ἀπὸ τέκνων Ἀσὴρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ·
25你的門閂是銅的,鐵的。 你的日子如何,你的力量也必如何。
25σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου.
26耶書崙 哪,沒有能比上帝的。 他為幫助你,乘在天空, 顯其威榮,駕行穹蒼。
26οὔκ ἐστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου· ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος.
27永生的上帝是 你的 居所; 他永久的膀臂在你以下。 他在你前面攆出仇敵, 說:毀滅吧。
27καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ καὶ ὑπὸ ἰσχὺ βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων· ἀπόλοιο.
28以色列 安然居住; 雅各 的本源獨居五穀新酒之地。 他的天也滴甘露。
28καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συνεφφὴς δρόσῳ.
29以色列 啊,你是有福的! 誰像你這蒙耶和華所拯救的百姓呢? 他是你的盾牌,幫助你, 是你威榮的刀劍。 你的仇敵必投降你; 你必踏在他們的高處。
29μακάριος σύ, Ἰσραήλ· τίς ὅμοιός σοι λαὸς σωζόμενος ὑπὸ Κυρίου; ὑπερασπιεῖ ὁ βοηθός σου, καὶ ἡ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
Tip: use the ← and → keys to turn chapters.