申命記
Chapter 30
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1「我所陳明在你面前的這一切咒詛都臨到你身上;你在耶和華-你上帝追趕你到的萬國中必心裏追念祝福的話;
1ΚΑΙ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ρήματα ταῦτα, ἡ εὐλογία καὶ ἡ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσι τοῖς ἔθνεσιν, οὗ ἐὰν διασκορπίσῃ σε Κύριος ἐκεῖ,
2你和你的子孫若盡心盡性歸向耶和華-你的上帝,照着我今日一切所吩咐的聽從他的話;
2καὶ ἐπιστραφήσῃ ἐπὶ Κύριον τὸν Θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
3那時,耶和華-你的上帝必憐恤你,救回你這被擄的子民;耶和華-你的上帝要回轉過來,從分散你到的萬民中將你招聚回來。
3καὶ ἰάσεται Κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέ σε Κύριος ἐκεῖ.
4你被趕散的人,就是在天涯的,耶和華-你的上帝也必從那裏將你招聚回來。
4ἐὰν ᾖ ἡ διασπορά σου ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε Κύριος ὁ Θεός σου, καὶ ἐκεῖθεν λήψεταί σε Κύριος ὁ Θεός σου·
5耶和華-你的上帝必領你進入你列祖所得的地,使你可以得着;又必善待你,使你的人數比你列祖眾多。
5καὶ εἰσάξει σε ὁ Θεός σου ἐκεῖθεν εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου.
6耶和華-你上帝必將你心裏和你後裔心裏的污穢除掉,好叫你盡心盡性愛耶和華-你的上帝,使你可以存活。
6καὶ περικαθαριεῖ Κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου, ἀγαπᾶν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ.
7耶和華-你的上帝必將這一切咒詛加在你仇敵和恨惡你、逼迫你的人身上。
7καὶ δώσει Κύριος ὁ Θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε.
8你必歸回,聽從耶和華的話,遵行他的一切誡命,就是我今日所吩咐你的。
8καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον,
9你若聽從耶和華-你上帝的話,謹守這律法書上所寫的誡命律例,又盡心盡性歸向耶和華-你的上帝,他必使你手裏所辦的一切事,並你身所生的,牲畜所下的,地土所產的,都綽綽有餘;因為耶和華必再喜悅你,降福與你,像從前喜悅你列祖一樣。
9καὶ πολυωρήσει σε Κύριος ὁ Θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου καὶ ἐν τοῖς γενήμασι τῆς γῆς σου· ὅτι ἐπιστρέψει Κύριος ὁ Θεός σου εὐφρανθῆναι ἐπὶ σοὶ εἰς ἀγαθά, καθότι εὐφράνθη ἐπὶ τοῖς πατράσι σου,
no verse 10 in this text
10ἐὰν εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου.
11「我今日所吩咐你的誡命不是你難行的,也不是離你遠的;
11¨Οτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν.
12不是在天上,使你說:『誰替我們上天取下來,使我們聽見可以遵行呢?』
12οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ λέγων· τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήψεται ἡμῖν αὐτήν, καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν;
13也不是在海外,使你說:『誰替我們過海取了來,使我們聽見可以遵行呢?』
13οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶ λέγων· τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήψεται ἡμῖν αὐτήν, καὶ ἀκουστὴν ἡμῖν ποιήσῃ αὐτήν, καὶ ποιήσομεν;
14這話卻離你甚近,就在你口中,在你心裏,使你可以遵行。
14ἐγγύς σού ἐστι τὸ ρῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό.
15「看哪,我今日將生與福,死與禍,陳明在你面前。
15Ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωήν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν.
16吩咐你愛耶和華-你的上帝,遵行他的道,謹守他的誡命、律例、典章,使你可以存活,人數增多,耶和華-你上帝就必在你所要進去得為業的地上賜福與你。
16ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσθε, καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πάσῃ τῇ γῇ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
17倘若你心裏偏離,不肯聽從,卻被勾引去敬拜事奉別神,
17καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς,
18我今日明明告訴你們,你們必要滅亡;在你過 約旦河 、進去得為業的地上,你的日子必不長久。
18ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
19我今日呼天喚地向你作見證;我將生死禍福陳明在你面前,所以你要揀選生命,使你和你的後裔都得存活;
19διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωὴν σύ, ἵνα ζήσῃς σὺ καὶ τὸ σπέρμα σου,
20且愛耶和華-你的上帝,聽從他的話,專靠他;因為他是你的生命,你的日子長久也在乎他。這樣,你就可以在耶和華向你列祖 亞伯拉罕 、 以撒 、 雅各 起誓應許所賜的地上居住。」
20ἀγαπᾶν Κύριον τὸν Θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, κατοικεῖν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς.

Tip: use the ← and → keys to turn chapters.